[ ] Thasos
1 Ἀντίοχον Σωτῆραν
ὁρᾶτε, ὃς ἐνθάδε κεῖμε, |
ὃς πολλῶν ἀνδρῶν εἴ-
δον ἄστεα καὶ νόον ἔγ-
5 ν[ω]ν, | οὕνεκα καὶ νούσων
στυγερῶν πολλοὺς ἐσά-
ωσα | ἄλλῃ φαρμαχθείς,
Θασίων δέ με δέξατο γε͂-
α. ∙ | Ἀντίοχος καὶ Καλλιγόνη
10 Ἀντιόχῳ υἱῷ καὶ Πρωτόκ-
τητος υἱὸς καὶ Ἀρτεμιδώ-
ρα σύμβιος Ἀντιόχῳ μνείας χ<άριν>.
Search Help
Contact Us