[ ]
Thasos
a.1 | Φιλόφ[ρων] |
Φιλ[ό]φρονος. | |
b.2 | ἦά ποτ’ ἐν ζωοίσιν̣ [ἐπαινέτη ἤθ]εϊ κεδνῷ |
[καὶ] μάτρωνα σοφὴ̣ κ[α]ὶ σ[υνερ]ῶ̣σα̣ γυνή, | |
πᾶσαν ὁμηλικίην περιώσιον ἀ[γλαΐσ]ασα. | |
5 | τοὔνεκα καί με πόσις μύρετε ἀΐδιον |
καὶ παῖδε[ς κλαίον]τες ἐτήτυμον, οὕνεκα Μοίρη | |
προὔλαβ̣[ε]ν ἡ̣[λι]κίην ἐς μόρον̣ ἑλκομένα. | |
ἀλλὰ φίλοι παύσασθαι· ἐγὼ ποθέο̣υ̣[σά περ ὑμᾶς] | |
πρόσθε φίλου πόσιο̣[ς τόνδε λέλογχα τάφον] | |
10 | ζωᾷ δ̣’ αὖ φίλα τέκνα ὑπ’ ε[ὔφρονι γῆρας ἐπελθεῖν] |
εὔχομαι καὶ σέ, πόσις, [δέξομαι ὀψέ ποτε] | |
ἐλθόντα, Θεόδωρε, ὁμ[οδέμνιον εἰς τόδε λέκτρον] | |
ὄφρα πόνων λήθη [κοιμίσηι ἀμφοτέρους]. |