[ ] Thasos
a.1 Φιλόφ[ρων]
Φιλ[ό]φρονος.
b.2              ἦά ποτ’ ἐν ζωοίσιν̣ [ἐπαινέτη ἤθ]εϊ κεδνῷ
              [καὶ] μάτρωνα σοφὴ̣ κ[α]ὶ σ[υνερ]ῶ̣σα̣ γυνή,
πᾶσαν ὁμηλικίην περιώσιον ἀ[γλαΐσ]ασα.
5   τοὔνεκα καί με πόσις μύρετε ἀΐδιον
καὶ παῖδε[ς κλαίον]τες ἐτήτυμον, οὕνεκα Μοίρη
  προὔλαβ̣[ε]ν ἡ̣[λι]κίην ἐς μόρον̣ ἑλκομένα.
ἀλλὰ φίλοι παύσασθαι· ἐγὼ ποθέο̣υ̣[σά περ ὑμᾶς]
  πρόσθε φίλου πόσιο̣[ς τόνδε λέλογχα τάφον]
10 ζωᾷ δ̣’ αὖ φίλα τέκνα ὑπ’ ε[ὔφρονι γῆρας ἐπελθεῖν]
  εὔχομαι καὶ σέ, πόσις, [δέξομαι ὀψέ ποτε]
ἐλθόντα, Θεόδωρε, ὁμ[οδέμνιον εἰς τόδε λέκτρον]
  ὄφρα πόνων λήθη [κοιμίσηι ἀμφοτέρους].
Search Help
Contact Us