[ ]
Thasos — ca. 100 BC
a.1 | ἄρτι με νυμφιδίων ἀπὸ δύσμορον ἅρπασε παστῶν |
δαίμων ἐς τριτάταν νισόμενον δεκάδα, | |
ἄρτι βίου περόωντα κατ’ εὐκλέα θέσμια δόξας | |
στυγνὸς ἄπαιδα δόμοις ἀμφεκάλυψ’ Ἀίδας | |
5 | Ἀντιφόωντα, γοναῖσι Σοφοκλέος ὃν τέκε μάτηρ |
Ἡρώ, τᾶι λιπόμαν οὐ τέκος ἀλλὰ τάφον. | |
αἰαῖ, τίπτε, Τύχα, με τὸν εὐκλέα πατρίδι κόσμον, | |
τλάμονα, δυσπενθής, ὠρφάνισας βιότου; | |
b.9 | ὁ τύμβος ἐσθλὸν υἷα τὸν Σοφοκλέος |
10 | Εὐρυμενίδην κέκευθεν, ὧι βίου μόνα |
ἐτῶν διεξάμειπτο διπλόα δεκάς· | |
κατεῖδε δ’ οὔτι νυμφικῶν ἐφίμερον | |
παστὸν γάμων πάρεδρον, ἀλλ’ ἀπ’ ὀλβίων | |
σφαλεὶς μελάθρων στυγνὸν ἦλθ’ ὑπ’ Ἀίδαν, | |
15 | δυσπενθὲς Ἡροῖ ματρὶ καὶ συναίμοσι |
λιπὼν φίλαισιν ἄλγος· ἁ δ’ ἁλιστεφὴς | |
δόξας ἕκατι τῶιδε πατρία Θάσος | |
τὰ σεμνὰ τιμᾶς δῶρ’ ἔνειμεν εὐκλέος. | |
c.19 | οὐ γάμον, οὐχ ὑμέναιον ἐμοὶ [φίλα ἄνυσε μάτηρ] |
20 | Ἡρώ, ἀποφθίμενον δ’ ἐστενάχησε γόοι[ς] |
εἰκοστὸν τανύσανθ’ ἐτέων δρόμον· ἄμμε δ’ ὁμ[αίμους] | |
τλάμονας ἐν δισσοῖς μησὶν ὅδ’ ἔσχε τάφος. | |
πατρὸς δ’ εὐόλβοιο Σοφοκλέος ἄρσενα γέ̣ν̣[ν]αν | |
ὠκύμορον φθιμέναν ἐστενάχησε Θάσ̣ος· | |
25 | μάτηρ δ’ ἁ μεγάλα̣υ̣χος̣ ἐφ’ υἱάσιν, ἁ πάρος̣ εὔπαις, |
οὐχὶ τέκη, κω[φ]ο̣[ὺς δ’] ἀντὶ δέδορκε τάφους. |