[ ] Thasos
1 [— — — — — — — — — — κηρυ]χθῆ[ναι — — —]
[— — — — — — — — — — ὅτι ὁ] δῆμος ὁ Ζμυρναίων στε̣[φανοῖ]
[τὸν δῆμον τὸν Θασίων χρυσ]ῶι στεφάνωι ἀρετῆς ἕνεκε̣[ν καὶ]
[δικαιοσύνης καὶ διὰ τ]ὴ̣ν̣ ἐ̣ξ̣αποστολὴν τῶν δικαστῶν· [ἐπαι]-
5 [νεῖ δὲ καὶ τοὺς] παραγενομένους δικαστὰς [— — — — — —]
[․․․c.10․․․]ί̣μου, Δημήτριον Ἀρχία, Κο̣υ̣[— — — — — ἐπὶ τῆι]
[σπουδ]ῇ καὶ φιλοτιμίᾳ ἧι ἐποήσαντο περὶ τὰς κρίσε̣ι̣ς̣ καὶ̣ ἐ̣[πὶ τῶι ἐπι]-
[δη]μ̣ῆσαι ἀξίως ἀμφοτέρων τῶν πόλεων. καὶ στεφανῶσαι [αὐ]-
τ̣ὸν χρυσῶι στεφάνωι ἐν τοῖς πρώτοις συντελεσθησομ̣έ̣ν̣ο̣[ις]
10 <Διο>ν̣υ̣σ̣ιείοις τραγωιδῶν τῶι ἀγῶνι ἀρετῆς ἕνεκεν καὶ δικαιοσύν[ης ἣν ἔ]-
χοντ̣ες διετέλουσαν ἐν ταῖς κρίσεσιν· τῆς δὲ ἀναγγελίας τῶ[ν στεφά]-
[νω]ν ἐπιμεληθῆναι τὸν ἀγωνοθέτην κατὰ ταῦτα· ἵνα δὲ καὶ π̣α̣[ρ][τοῖς ἐ]-
[σ]ομένοις ὑπόμνημα ὑπάρχῃ τῆς τῶν προειρημένων κ[ρίσ]ε̣ω̣ς̣ [καὶ τῆς]
τοῦ δήμου τοῦ Ζμυρναίων εὐχ̣αρι̣σ̣τίας, ὑ̣π̣άρχε[ι]ν α̣[ὐ]τ̣ο̣ῖ̣ς̣ [πρ][σοδον] <πρὸς τὴν>
15 βουλὴν καὶ τὸν δῆμον πρώτοις μετὰ τὰ ἱερὰ καὶ προεδρίαν ἐν το[ῖς ἀγῶσι]
[τοῖς] συντελεσθησομένοις ὑπὸ τοῦ δήμου· καὶ ὑ̣π̣ὲ̣ρ̣ [τῶν ἄλλων εὐ]-
[ερ]γ̣εσι̣ῶ̣ν̣ τῶν εἰς τὴν πόλιν ἐπιμελεῖσ̣θ̣α̣ι̣ τήν τε̣ βο[υ]λὴν̣ κ̣α̣ὶ̣ τ̣[οὺς ἄρ]-
[χο]ντας τοὺς ἀεὶ κατεστῶιτας, ἵνα τά τε ἄλλα φιλάν̣θ̣ρ̣ω̣[πα]
[ὑπ]άρχηι καὶ αὐτοῖς παρὰ τοῦ δήμου καὶ ἄν τι προσδέωντ[αί ἐκ τῶν ὑπ]-
20 [α]ρ̣χόντων γίνηται αὐτοῖς· περὶ δὲ πολιτείας αὐτοῖς [καὶ ἐκγόνοις]
αὐτῶν τοὺς στρατηγοὺς καὶ ἄλ<λ>ον τὸν βουλόμενον τ[ῶν ἀρχῶν αἷς ἔ]-
ξεστι, γνώμην γράψασθαι ἢ εἰσεν{εν}κειν {²⁶εἰσενκειν}²⁶ ἐν τοῖς ἐνν̣όμο[ι]ς [χρό]-
νοις· ἵνα δὲ καὶ Θάσιοι <εἰ>δήσωσιν τὴν τοῦ δήμου εὐχα[ριστί]αν κ̣αὶ
εὔνοιαν <ἣν ἔχων> διατελεῖ πρὸς τὴν πόλιν αὐτῶν, ἑλέσθαι πρεσβευτή̣ν̣, κ̣[αὶ τοῦ]-
25 τον ἀφικόμενον εἰς Θάσον τό τε ψήφισμα ἀναδοῦναι εἰς <τὸ> ἀρχεῖον [καὶ ἐπ]-
[ι]όντα ἐπὶ τὴν βουλὴν καὶ τὸν δῆμον διαλεγῆνα̣ι̣ π̣ερὶ τῶν̣ ἀ̣[νδρῶν]
[ὅτι] ἐποήσαντο σπουδὴν καὶ φιλοτιμίαν π̣ε̣ρ̣ὶ̣ τ̣ὰ̣ς̣ κ̣[ρίσ]ει̣ς [καὶ ἐπὶ τού]-
[τοις τε κα]ὶ τοῖς ἄλ<λ>οις πᾶσιν ἐπαινεῖ αὐτο̣ὺ̣ς [ὁ δῆμος] {²etc.}²
Search Help
Contact Us