[ ] Thasos — beg. 3rd c. BC
1    ἀ̣ρχόντων Ἀριστοκλεῦς τ̣οῦ Σατύρου, Ἀριστ̣[ο]μένευς τοῦ Ἀμω[μήτ]ου̣, Ε̣ὐ̣στ̣ρ̣[άτου]
τοῦ Βιτίωνος, θευροὶ ἀνέγραψαν Ἀμφηρίδης Σιμαλίωνος, Εὔφριλλος Παγχάρευς, Τιμοκλῆ[ς]
Χοίρου κατὰ ψήφισμα βουλῆς καὶ δήμου· ἀγαθῆι τύχηι· ἐπειδὴ Πολυά̣ρητος ὁ Ἱστιαίου πρόξενος
ὢν καὶ εὐεργέτης τῆς πόλεως ἀνὴρ ἀγαθὸς γεγένηται περὶ τὴν πόλιν τὴν Θασίων καὶ ποεῖ ὅτι δύ-
5 ναται ἀγαθὸν καὶ κοινῆι τὴν πόλιν καὶ ἰδίαι τοὺς ἐντυγχάνοντας αὐτῶι· δεδόχθαι τῆι βουλῆι καὶ
τῶι δήμωι· ἐπαινέσαι μὲν Πολυάρητον Ἱστιαίου ἀρετῆς ἕνεκεν καὶ εὐνοίας τῆς εἰς τὴν πόλιν τὴν
Θασίων καὶ εἶναι Πολυάρητον πολίτην καὶ τοὺς παῖδας τοὺς Ἱστιαίου τοῦ Πολυαρήτου, Πολυάρητον
καὶ Ἀντιγένην καὶ Ἱστιαῖον καὶ τὰς θυγατέρας Παρμένουσαν καὶ Νίκαν καὶ γένος τὸ ἐκ τούτων γε-
νόμενον καὶ μετεῖναι αὐτοῖς πάντων ὧν καὶ τοῖς ἄλλοις Θασίοις μέτεστιν· ἰέναι δ’ αὐτοὺς καὶ ἐ̣[πὶ]
10 πάτρην ἣν ἂν πείθωσιν. ἀναγράψαι δὲ τόδε τὸ ψήφισμα τοὺς θευροὺς ἐπὶ τὸ τῆς Ἀθηναίης ἱερόν, ἵνα
ἂν ἀποδείξωσιν οἱ ἄρχοντες· ὅτι δ’ ἂν ἀνάλωμα γίνηται εἰς ταῦτα, δοῦναι τὸν ἱερομνήμονα. μὴ [ἐξεῖ]-
ναι δὲ ὑπὲρ τούτων μηδενὶ μήτε εἰπεῖν μήτ’ ἐπε̣[λθεῖ]ν ὑπὲρ λύσιος μήτ’ ἐπιψηφίσαι ἀκρατέα εἶνα[ι ταῦ]-
τα τὰ ἐψηφισμένα. ὃς δ’ ἂν παρὰ ταῦτα εἴπηι ἢ ἐπέλθ̣ηι ἢ ἐπιψηφίσηι, τά τε δόξαντα ἄκυρα ἔστω κα[ὶ χι]-
λίους στατῆρας ὀφειλέτω ἱεροὺς τῶι Ἀπόλλωνι τῶι Πυθίωι, χιλίους δὲ τῆι πόλει. δικασάσθων δὲ ο̣[ἱ ἀπό]-
15 λογοι· ἂν δὲ μὴ δικάσωνται, αὐτοὶ ὀφειλόντων, δικασάσθων δὲ ἀπόλογοι οἱ μετὰ τούτους αἱρεθέντε[ς]·
δικασάσθω δὲ καὶ τῶν ἄλλων ὁ ἐθέλων, καὶ ἂν ὁ ἰδιώτης νικήσηι, μετεῖναι αὐτῶι τὸ ἥμυσυ τὴς καταδί[κης].
Search Help