[ ] Thasos — 4th c. BC
1 ἐπὶ Λυσιστράτου [τοῦ Α]ἴσχρωνος ἄρχο[ντος· τύχηι ἀγαθῆι]·
ἐπὶ τοῖσδε ἐκδέδοται [ὁ κῆπος ὁ] Ἡρακλέος ὁ πρὸς [τῆι πύληι. ὁ ἀναι]-
ραιρημένος τὸν κῆ[πον τὸ χωρ]ίον καθαρὸν παρέξει [τὸ περὶ τὰς]
πύλας, ὅπου ἡ κόπρος [ἐξεβάλλ]ετο. ἢν δέ τις ἐγβάλλη̣[ι κόπρον ἐς]
5 τὸ χωρίον, εἶναι τὸ ἄγγος τοῦ ἀναιρερημένου τὸν κῆπο̣[ν, τὸν δὲ]
δοῦλον μαστιγώσαντα ἀθώϊον εἶναι. ὅπως δὲ τὸ χωρίον καθ̣[αρὸν]
παρέχηι, ἐπιμέλεσθαι τὸν ἀγορηνόμον καὶ τὸν ἱερέα τοῦ
Ἀσκληπιοῦ τοὺς ἑκάστοτε ἐόντας· ἢν δὲ μὴ ἐπιμέλωνται,
ὀφείλεν αὐτοὺς τῆς ἡμέρης ἑκάστης ἡμίεκτον ἱρὸν τῶι
10 Ἀσκληπιῶι· δικάζεσθαι δὲ τοὺς ἀπολόγους ἢ αὐτοὺς ὀφείλεν·
τὸν δὲ ἀναιρερημένον τῶ[ι ἱ]ρεῖ καὶ τῶι ἀγορανόμωι ἕκτην ὀφείλεν
τῆς ἡμέρης.
Search Help
Contact Us