[ ]
Samothrace — 288/7-281/0 BC
[— — — — — — — — — — — — — ἐπειδὴ] | |
1 | [βα]σιλεὺς Λυσίμαχος̣ ἔ̣[ν τε τοῖς ἄλλοις] |
δ̣ι[ατ]ε̣λεῖ πᾶσαν ἐπιμέλειαμ π̣ο̣ι̣[ού]- | |
μ̣ενος τοῦ ἱεροῦ καὶ τῆς πόλεως, νῦν [τε] | |
[τ]οὺς ἀσεβήσαντας εἰς τὸ ἱερὸγ καὶ | |
5 | [ἐ]γχειρήσαντας συλῆσαι τὰ ἀναθήματα̣ |
[τ]ὰ̣ ἀνατεθέντα [ὑ]πὸ τῶμ βασιλέωγ καὶ | |
[τ]ῶν ἄλλων Ἑλλήνωγ καὶ ζητήσαντας | |
[ἐμ]πρῆσαι τὸ τέμενος τῶν θεῶν καὶ | |
[εἰσ]πηδήσαντας νύκτωρ ἐπ’ ἀδικίαι | |
10 | [καὶ] ἀσεβείαι τοῦ ἱεροῦ μετὰ τῶν ἐπι- |
[πλ]ευσάντων ἐγ νυκτῶμ παρὰ | |
[Πυ]θ̣αγόρου, παραγενόμενος ὁ βασιλεὺ[ς] | |
[εἰ]ς̣ τοὺς τόπους δέδωκεν ἐγδότους | |
[τ]ῆ̣ι πόλει καὶ ἀφέσταλκε πρὸς τὸν | |
15 | [δῆμ]ον, ὅπως τύχωσι τῆς προσηκού- |
[ση]ς τιμωρίας, καὶ τἆλλα συντέταχε̣ | |
[καλ]ῶ̣ς καὶ μεγαλοπρεπῶς, περὶ | |
[πλ]εί[σ]του ποιούμενος τὴμ πρὸς τοὺς̣ | |
[θε]ο̣ὺς εὐσέβειαν· ἀγαθῆι τύχηι | |
20 | [βα]σιλέως Λυσιμάχου καὶ τῆς πόλεω[ς]· |
[ἐψ]ηφίσθαι τῶι δήμω̣ι· ὅπως ἂν ἀξίας | |
[χά]ρ̣ιτας ἀποδιδῶι ἡ πόλις τοῖς | |
[εὐ]εργέταις, ἱδρύσασθαι βωμὸν | |
[β]ασιλέως Λυσιμάχου εὐεργέτου | |
25 | [ὡ]ς κάλλιστογ καὶ θύειγ κατ’ ἐνιαυτὸν |
[κ]αὶ πομπεύειν τοὺς ἐννέα ἄρχοντας | |
[κ]αὶ στεφανηφορεῖν τοὺς πολίτας | |
[πά]ντας τῆι ἡμέραι ταύτηι, ποεῖν δὲ — — |