[ ]
Samothrace — 288/7-281/0 BC
| [— — — — — — — — — — — — — ἐπειδὴ] | |
| 1 | [βα]σιλεὺς Λυσίμαχος̣ ἔ̣[ν τε τοῖς ἄλλοις] |
| δ̣ι[ατ]ε̣λεῖ πᾶσαν ἐπιμέλειαμ π̣ο̣ι̣[ού]- | |
| μ̣ενος τοῦ ἱεροῦ καὶ τῆς πόλεως, νῦν [τε] | |
| [τ]οὺς ἀσεβήσαντας εἰς τὸ ἱερὸγ καὶ | |
| 5 | [ἐ]γχειρήσαντας συλῆσαι τὰ ἀναθήματα̣ |
| [τ]ὰ̣ ἀνατεθέντα [ὑ]πὸ τῶμ βασιλέωγ καὶ | |
| [τ]ῶν ἄλλων Ἑλλήνωγ καὶ ζητήσαντας | |
| [ἐμ]πρῆσαι τὸ τέμενος τῶν θεῶν καὶ | |
| [εἰσ]πηδήσαντας νύκτωρ ἐπ’ ἀδικίαι | |
| 10 | [καὶ] ἀσεβείαι τοῦ ἱεροῦ μετὰ τῶν ἐπι- |
| [πλ]ευσάντων ἐγ νυκτῶμ παρὰ | |
| [Πυ]θ̣αγόρου, παραγενόμενος ὁ βασιλεὺ[ς] | |
| [εἰ]ς̣ τοὺς τόπους δέδωκεν ἐγδότους | |
| [τ]ῆ̣ι πόλει καὶ ἀφέσταλκε πρὸς τὸν | |
| 15 | [δῆμ]ον, ὅπως τύχωσι τῆς προσηκού- |
| [ση]ς τιμωρίας, καὶ τἆλλα συντέταχε̣ | |
| [καλ]ῶ̣ς καὶ μεγαλοπρεπῶς, περὶ | |
| [πλ]εί[σ]του ποιούμενος τὴμ πρὸς τοὺς̣ | |
| [θε]ο̣ὺς εὐσέβειαν· ἀγαθῆι τύχηι | |
| 20 | [βα]σιλέως Λυσιμάχου καὶ τῆς πόλεω[ς]· |
| [ἐψ]ηφίσθαι τῶι δήμω̣ι· ὅπως ἂν ἀξίας | |
| [χά]ρ̣ιτας ἀποδιδῶι ἡ πόλις τοῖς | |
| [εὐ]εργέταις, ἱδρύσασθαι βωμὸν | |
| [β]ασιλέως Λυσιμάχου εὐεργέτου | |
| 25 | [ὡ]ς κάλλιστογ καὶ θύειγ κατ’ ἐνιαυτὸν |
| [κ]αὶ πομπεύειν τοὺς ἐννέα ἄρχοντας | |
| [κ]αὶ στεφανηφορεῖν τοὺς πολίτας | |
| [πά]ντας τῆι ἡμέραι ταύτηι, ποεῖν δὲ — — |