[ ] Imbros — 2nd/1st c. BC
1 ἦλθεν ἀπὸ ξείνης Κλεοφῶν χθο-
νός, ἦλθε δὲ παιδὸς | εἰς μοῖ-
ραν προφανῆ σχέτλιος ἠδ’ ἀλό-
χο[υ], | εἶδε γὰρ οὓς ἐπόθησε καὶ ὀρ-
5 φναίην ἀνὰ νύκτα | τοὺς τρισ-
σοὺς νέκυας σταθμὸς ἔθαψε
δόμου. | [σ]ώθη δ’ εἰς πολλοὺς
θρήνους μόνος, ἀθρόα κλαύσας |
ὀρφανίην, εὐνήν, ΟΙΚΟΝΑ πρὸς
10              πολιήν.|
υἱὸς ἐγὼ Κάλλιππος ἀνειηρ[οῦ]
Κλεοφῶντος | ἐνθάδε καὶ μή-
τηρ κεῖται Ἀριστόπολις, | οὐ κοι-
νῇ μοίρῃ δεδμημένοι, ἀλλὰ
15 πεσόντος | [τρ]εῖς ἅμα λυ-
γαίου κεκλιμένοι θαλάμου. |
νύκτα δὲ πικροτάτην μετα-
δόρπιον ὑπνώσαντες |
οἰκοῦμεν μέλαθρ[ον Περσε]-
20 [φόνης ζοφερόν]. |
Search Help
Contact Us