[ ] Imbros — 2nd c. BC
1 ἔδοξε τῶι δήμωι. Τηλέας Ἀριστ[ο]-
κράτου Χολαργεὺς εἶπεν· ἐπει-
δὴ Λυσανίας εὔνους ἐστὶν τῶι
δήμωι καὶ γινομένης τινὸς ἐπιβου̣-
5 λῆς εἰς τὴν νῆσον οὐκ ὠλιώρησε̣[ν]
ὀυδὲ ὑπεστείλατο τὸν κίνδυν[ον]
τὸν καθ’ αὑτὸν, ἀλλὰ παρεγένε[το]
καὶ ἀπήνγειλεν τὰ κατὰ τοὺς [ληισ]-
τάς· ὅπως οὖν ὁ δῆμος εὐχάριστ̣[ος]
10 ὢν φαίνηται· ἀγαθεῖ τύχει, δεδό[χθαι]
τῶι δήμωι ἐπαινέσαι Λυσανίαν̣
Ἀριστοκράτου Δεραδιώτην καὶ στ̣[ε]-
φανῶσαι χρυσῶι στεφάνωι κατ[ὰ]
τὸν νόμον εὐνοίας ἕνεκα καὶ φλο]-
15 [τιμ]ί̣ας τῆς εἰς τὸν δῆμον καὶ ἀνα[γο]-
[ρεῦσαι] τὸν στέφανον τόνδε τὸν κή̣-
[ρυκα τῆς βουλῆς] Διονυσίοις τραγωιδ[ῶν]
[τῶι ἀγῶνι, τῆς δὲ πο]ι̣ήσεως τοῦ στ[εφά]-
[νου καὶ τῆς ἀναγορεύ]σ̣εως ἐπι[μελη]-
20 [θῆναι — — — — — — — — — — — — — — —].
Search Help
Contact Us