[ ] Imbros — 2nd c. BC
See also:
— — — — — — — — — — — — — — — — — — — — — — — —
1 #⁷[ο]υ περὶ τ̣ῆς εἰς — — — — — — — — — — — — — —
εἶναι δὲ αὐτοὺς Ἰμ̣β̣[ρίους καὶ ἐκγόνους αὐτῶν καὶ με]-
τέχειν τῶν ἱερῶν καθάπερ̣ π̣ά̣ν̣τ̣[ες οἱ ἄλλοι Ἴμβριοι],
ἐὰν δέ τι μὴ ποιήσωσιν οἱ πράκτορ̣ε̣[ς] τῶν̣ [ἐν τῶι]-
5 δε τῶι ψηφίσματι γεγραμμένων ἢ τῶν ἐν τῶι νόμ̣[ωι]
γ̣εγραμμένων, ὀφειλέτω ἕκαστος αὐτῶν Η δραχμὰς
τ̣οῖς Θεοῖς τοῖς Μεγάλοις καὶ μὴ εἶναι αὐτοῖς τὰς εὐθύνα[ς]
δοῦναι πρὶν ἂν ἐκτείσωσιν· προσαναγραφέτωσαν δὲ
κ̣αὶ οἱ μετὰ ταῦτα γενόμενοι πράκτορες, ἐάν τι προσγέ-
10 [ν]ηται ἀργύριον τῶι ἱερῶι ἢ ἄλλο τι προσκατασκευασθ[ῆι],
[τ]ὸν δὲ ταμίαν μερίσαι τὸ γενόμενον ἀνάλωμα εἰς
τὴν στήλην καὶ λογίσασθαι τῶι ἱερῶι.
καὶ τάδε ἐξήτασαν ὑπάρχοντα τῶι ἱερῶι ἐπὶ Κτησι-
κράτου ἄρχοντος οἱ πράκτορες Ἀνδροκλῆς Κλεοφήμου
15 Θορίκιος, Θεμίστιος Ἀντιφάνου Λαμπτρεύς,
Εὐθύμαχος Εὐθέτου Λαμπτρεύς.
I.17 πλάστρα χρυσᾶ· ὁλκὴ ΔΔ𐅃𐅂𐅂
ὁρμίσκος· ὁλκὴ 𐅄Δ𐅂𐅂𐅂𐅂ΙΙΙΙ
[λε]πιδίσκαι μικραὶ δέκα δύο Η𐅂𐅂ΙΙΙΙΙ𐅁𐅀
20 μ̣είζους δύο· ὁλκὴ Δ𐅃𐅂𐅂𐅂𐅂ΙΙΙ
[φι(?)]ά̣λια· ὁλκὴ 𐅄Δ𐅃𐅂𐅂𐅂ΙΙΙ
ἐσχαρὶς ἀργυρᾶ· ὁλκὴ ΗΗΗ𐅃𐅂𐅂𐅂𐅂
λιβανωτὶς· ὁλκὴ 𐅄ΔΔΔΔ𐅂
κηρύκειον· ὁλκὴ ΔΔΔΙΙΙ
25 καρχήσιον· ὁλκὴ ΗΗΔΔΔΔ𐅂𐅂ΙΙΙΙ
φιάλαι τέτταρες ἀνὰ 𐅄Δ
ἄλλαι φιάλαι δύο ἀνὰ 𐅄Δ𐅂
ἄλλαι φιάλαι δύο ἀνὰ 𐅄Δ𐅂𐅂
[ἄ]λλαι φιάλαι τέτταρες ἀνὰ 𐅄— —
30 ἄλλη φιάλη μία· ὁλκὴ  𐅄𐅃𐅂ΙΙ— —
[ἄ]λλη φιάλη· ὁλκὴ 𐅄— — —
[ἄλ]λη φιάλη· ὁλκὴ — — —
II.17 καὶ ἀργυρίου τῶι ἱερῶι τῶι
τῆς θεοῦ 𐅇ΗΗΗΔΔΔ
καὶ πυρῶν μέδιμνοι 𐅅ΔΔΔ
20 καὶ τῶν ζμιρριείων
ΧΧ𐅅ΗΗΗ𐅄𐅃ΙΙΙΙ𐅁𐅀
καὶ τῶν γλαυκανέων
ΧΧΗ𐅂
καὶ τῶν ἀττ— — — —
25 ΗΗΗ𐅄— — —
καὶ σ̣ι— — — — — —
{²vacat}²
Search Help
Contact Us