[ ]
Lemnos — Hephaistia — ca. 2nd c. AD
I | {²in corona:}² |
1 | ὁ δῆμος |
ὁ Ἡφαιστι- | |
έων. | |
II | {²in corona:}² |
1 | ὁ δῆμος |
ὁ Μυρει- | |
ναίων. | |
ὀκτωκαιδε[κέ]τιν με χυτὴ κ[όν]ις ἥδε καλύπτει | |
5 | Καλλιστὼ μητρὸς δ[ε]ξαμένην ὄνομα, |
ἧι λείπω πανόδυρτον ἐνὶ μεγάροισιν ἀνείην, | |
πατρὶ τ’ ἐμῷ Ζώῃ δάκρυα λυγρότατα. | |
ναίω δ’ εὐσεβέων ἁγνὸν περικαλλέα χῶρον | |
σ[ύ]νθρονος ἡρώων εἵν[ε]κα σωφροσ[ύ]ν[η]ς. | |
10 | ἀκμὴν δ’ οὐ γενετῆρες ἐμήν, οὐκ ἐσθλὸς ὅμαιμος, |
οὐ πόσις, ἀλλ’ Ἀΐδης λυγρὸς ἐκαρπίσατο. | |
τοῖός τοι θνητῶν μογερὸς βίος, ὧ[δ’] ἀτέλεστοι | |
ἐλπίδες, αἷ[ς] μοιρῶν νήματ’ ἐπικρέμαται. | |
ἀλλά μοι, ὦ γενετῆ[ρε]ς, ἐσαθρήσαντες, ὁ θνητῶν | |
15 | ὡς φερέται πάντων λυγροπαθὴς βίοτος, |
ἤδη δυστήνου κατὰ δώματα λήγετε πένθους· | |
καὶ φθιμένῃ γὰρ ἐμοὶ τοῦτο ποθεινότατον. | |
Καλλιστὼ Ζώου Ἐλευσεινίου θυγάτηρ, ἡ φιλόστοργος | |
πρὸς γονεῖς, ἁγνὴ περὶ γάμον, [ἡ] καὶ καλὴ καὶ | |
20 | ἀγαθή, ἀρετῇ διαφέρουσα. |
I.20a | {²in corona:}² |
21 | ὁ δῆμος |
ὁ Ἰμβρίων. | |
II.20a | {²in corona:}² |
21 | ὁ δῆμος |
ὁ Τενεδίων. |