[ ]
Lemnos — Myrina — 404/3-394/3 BC
1 | ἐπειδὴ ἀν̣ὴ̣ρ̣ ἀγα̣[θός ἐστιν] |
περὶ τὸν δῆμον [τ]ὸν̣ [Μυρινα]- | |
ίων καὶ εὖ ποεῖ Μυρ[ι]ν̣[αίοις] | |
καὶ πολέμο ὄντος καὶ ε[ἰρή]- | |
5 | νης Πολύμνηστος Νόμω[νος] |
Ἀκροθώιος· δεδόχθαι τ[ῆι β]- | |
ουλῆι καὶ τῶι δήμωι πρό[ξε]- | |
νον Μυριναί̣ων εἶναι αὐτ̣[ό]- | |
ν, δεδόσθαι [δὲ] αὐτῶι καὶ ἀτ- | |
10 | έλειαν ἁπάντων ὧν Μυρινα- |
ῖοι κ̣ύριοί εἰσιν καὶ προε- | |
δρίαν ἐν τοῖς ἀγῶσιν τοῖς | |
δημοτελέσιν καὶ αὐτῶι καὶ ἐ- | |
κγόνοις τοῖς ἐκείνο, ἀναγ- | |
15 | ράψαι δὲ τόδε τὸ ψήφισμα τ- |
ὸγ γραμματέα τῆς βουλῆ̣[ς ἐ]- | |
[ν] σ̣τήληι λιθίνηι, ἀ̣[ναθεῖν]- | |
[αι δὲ] τὸ ψή[φισμα ․․․․․․․․]. |