[ ]
Amorgos — Arkesine — 2nd c. BC
{²tres versus legi non possunt}² | |
4 | [— — — — — — — — — — — — — — — — — — — — — — — — φι]- |
5 | λόδοξοι γ[ε]γόνασιν εἰς τὸν δῆμον [τὸν ἡμέτερον ἀνα]- |
θέμασίν τε κεκο[σμ]ήκασιν τήν [τε πόλιν καὶ τὰ ἱερά, ὅ] | |
τε υἱὸς ὁ Ἀγαθίνο[υ] Ἀγαθῖν[ος] βουλό[μεν]ος [αὔξειν τὴν] | |
τῶν προγόνων αἵρεσιν ἄρχων [τ]ε [τεῖ Ἀθηνᾶι τεῖ Ἰτω]- | |
[ν]ίαι τά τε ἄλλα ἐπεμελήθη λαμπρῶ[ς κ]α[ὶ] φιλ[οτίμως περί] | |
10 | τε τὴν π[ο]μπὴν κ[α]ὶ τὴν [θ]υσίαν [τὴν τοῖς] θ[εοῖς καὶ παρήγγει]- |
[λ]εν ἐν τεῖ ἀ[γ]ορᾶι πρὸ τῆ[ς ἑ]ορτῆς [μ]ετὰ κη[ρ]ύγματο[ς πορεύε]- | |
[σ]θαι εἰς τὰ Ἰτώνια Ἀρκεσινεῖς πάν[τας] καὶ τοὺ[ς οἰκοῦ]ντας [ἐν Ἀρ]- | |
[κ]εσίνῃ καὶ ξένους τοὺς παρε[πιδημοῦντας ἐπ’] ἀτελ[είαι] | |
πασῶν τῶν συμβολῶν [καὶ] τῶν [ἄλλων ἁπάντων κ]αὶ ἐλθ[όντων] | |
15 | [ε]ἰς τὴν ἑορτὴν [π]εντ[ακοσ]ίων [φιλότι]μος γ[ε]γ[έ]νηται καὶ |
τοὺς ἰόντας εἰς τὴν ἑορτὴν [ἑστιάσας λαμπρῶ]ς καὶ φιλο- | |
δόξως ἡμέρας ἓξ [π]αρέχω[ν παρ’ αὑτ]οῦ [πάντα — — ἐσι]- | |
[το]μέτρησεν τοῖς ἰ[οῦσιν εἰς τὰ Ἰτώνια — — — — — ἔ]- | |
δωκεν δὲ καὶ τὴν γε[νο]μένην [συμβολὴν(?) — — — — — — —] | |
20 | πάντα καὶ γενομ[έ]νου το[ῦ] ἀ[ναλ]ώμ[α]τος εἰς μ[ὲν τὰ ἱε]- |
[ρ]εῖα δραχμῶν πεντ[ηκο]σίων [— — — — — — — — — — — — — —] | |
π[ε]ντηκοσία[ς] δραχμὰς [— — — — — —, εἰς δὲ — — — — — —] | |
[τ]ῶν πυρῶν δραχμῶν [— — — — — — — — — — — — — — — — — —] | |
[— — — — — — — — — — — — — — — — — — — —] ἔθηκε[ν δὲ καὶ] | |
25 | ἆθλα τοῖς τε παισὶν καὶ τοῖς ἀνδράσιν σταδίου, διαύλ[ου], |
δολίχου, πάλης, πυγμῆς, παγκρατίου, ὅ̣σα̣ καὶ α̣ν̣δ̣[— — —] | |
․ιος τε [ἑ]λόμενος ἔν τε τ[οῖ]ς ἄ[λλοις — — — — — — — —] | |
[κ]αὶ ἰδίᾳ εἰς τοὺς ἑο[ρ]τά[ζοντας — — — —· ἵνα οὖν] | |
εὐχάριστος ὢν φαίνηται [ὁ δῆμος εἰς τοὺς ἀγαθοὺς ἄν]- | |
30 | δρα[ς], δεδόχθαι τεῖ βουλεῖ καὶ τῶ[ι δήμωι]· ἐπα[ινέσαι μὲν] |
τοὺς προγόνους το[ῦ] Ἀγαθίνο[υ ἄνδρας καλοὺς καὶ ἀγα]- | |
θοὺς [γε]γονότας εἰς τὸ[ν] δ[ῆμ]ον κ[αὶ — — — — — — —] | |
[Ἀγ]αθῖνον φιλόδοξον ὄντ[α ․․]α καὶ α[— — — — — — —] | |
[κ]αὶ στεφανῶσαι αὐτὸν θ[αλλ]οῦ [σ]τεφ[άν]ω[ι ἀρετῆς ἕνεκα] | |
35 | [κ]αὶ φιλοτιμίας τῆς εἰς [τὸ]ν δ[ῆμον· ε]ἶναι [δὲ καὶ αὐτῶι] |
καὶ ἐκγόνοις ἀτέλειαν πασῶν τῶν συμ[βολῶν πορευομέ]- | |
[ν]οις εἰς τὰ Ἰτώνια καὶ προεδρίαν [ἐμ πᾶσι τοῖς ἀγῶσιν οἷς τίθη]- | |
[σι]ν ἡ πόλις καὶ Ἀπολλωνίων [τραγωιδοῖς ὅταν οἱ χοροὶ τῶν παίδων] | |
[σ]υντελῶνται· [εἰς δὲ τὸν λοιπὸν χρόνον στεφανούτωσαν] | |
40 | αὐτὸν οἱ ἀγωνοθέται πρὸ τοῦ ἀγῶνος ἐ[μ πᾶσι τοῖς ἀγῶ]- |
[σ]ιν οἷς τίθησι ἡ πόλις καὶ τῶν Ἰτωνίων [τεῖ πομπεῖ· ἐπιμε]- | |
[λε]ῖσθαι δ[ὲ τ]ῆς ἀναγορεύσεως [τοὺς πρυτάνεις τοὺς ἀεὶ πρυ]- | |
[τ]ανεύοντας [καθ’ ἕκαστον ἐνιαυτὸν — — — — — — — — — — — —] | |
[— — — — — — — — — — — — — — — — — — — — — — — — — — — — — —] | |
45 | [— — — — — — — — — — — — — — — — — — — — — — — — — — — — — —] |
[— — — — — — — — — — — — — — — — — — ἀναγράψαι δὲ τόδε τὸ ψή]- | |
[φισμ]α τὸν μὲν γραμματέα [τῆς βουλῆς εἰς τὰ δημόσια] | |
[γ]ράματα {²⁶γράμματα}²⁶· ἀναγρά[ψ]αι δὲ καὶ εἰς στήλα[ς] λιθ[ίνας δύο καὶ] | |
[στ]ῆσαι τὴν μὲν εἰς τὴν ἀγοράν, τὴν δὲ εἰς [τὸ ἱερὸν τῆς] | |
50 | [Ἀθηνᾶς τῆς Ἰτωνία]ς· ἐπιμεληθῆ[ναι δὲ τῆς ἀναγρα]- |
[φῆς κ]αὶ τῆς στάσ[εως Κλ]εινίαν Ἀριστοκρίτου. |