[ ] Amorgos — Aegiale — end 2nd c. BC
See also:
1 [ἄρχοντος ․․․․․․]ν ․․․․ε․․․․․ μηνὸς Ἀπατουριῶνος Ἀρχιτέλη[ς]
[Παρμενίωνος, Κρ]ατησίλοχος [Ἡγ]ίου, Λεοντεὺς Ἡγίου αἱρεθέντες
[ὑπὸ τοῦ δήμου κ]ατὰ ψήφισμα, ὥστε νόμον εἰσενεγκεῖν καθὰ ἐπ[ι]-
[τελεσθήσετα]ι ὅ τε ἐγδανεισμὸς τοῦ ἀργυρίου οὗ ἐπιδέδωκεν Κριτόλαο[ς]
5 [Ἀλκιμέδοντος] καὶ ἡ δημοθοινία καὶ ὁ ἀγών, καὶ τἄλλα δὲ πάντα ἐ̣π̣ιτ̣ε̣-
[λέσαι, γεγ]ράφασι τὸν ἀφηροϊσμὸν τὸν Ἀλεξιμάχου τοῦ Κριτολάου,
[καθὼς καὶ] ὅ τε δῆμος ἐψήφισται καὶ Κριτόλαος ἐπιδέδωκεν εἰς ταῦτα̣
[δραχμ]ὰς δισχιλίας κατ̣ὰ τάδε· {²A}² {εἴς τε τὸ μὲν} τὸ μὲν ἀργύριον ἐγδα]-
[νείζεσθ]αι ἐν τῷ Ἀπατουριῶνι μηνὶ τόν τε ἄρχοντα καὶ τοὺς πρυτάνει[ς]
10 [καὶ] μ̣ισθωτὰς καὶ Κριτόλαον Ἀλκιμέδοντος, ἐγδανείζεσθαι δὲ αὐτ[ὸ]
[ἀπὸ δε]κάτου, τοὺς δὲ δανεισομένους διδόναι ὑποθήκην χωρία
[πλείο]νος ἄξια δραχμῶν δισχιλίων ἀνεπιδάνειστα ἰδιωτικοῦ δα-
[νείου, καὶ λ]αμβάνειν ἐπὶ τ[ῇ] προδεδηλωμένῃ ὑποθήκῃ μὴ πλεῖον δρα-
[χμῶν διακ]οσίων, ὑπογραψ[άτ]ω δὲ ὁ γραμματεὺς εἰς τὰ δημόσια γράμμα̣-
15 [τα τὸν δεδ]ανεισμένον ἕκαστον πατρόθεν καὶ τοῦ δήμου καὶ τὸ πλῆθος
[τοῦ ἀργυ]ρίου, οὗ ἂν ᾖ δεδανεισμένος, καὶ τὴν ὑποθήκην, ἣν ἂν δῶι, ῥητῶς,
[τούς τ]ε̣ γείτονας παρα[γρ]άφειν κύκλωι· τὸν δὲ τόκον οἱ δεδανεισμένοι
[τὸ ἀργ]ύριον ἀποδιδότωσ[α]ν δέκατον, καταβάλλοντες ἀεὶ ἐν μηνὶ Ἀπα-
[τουρ]ιῶνι ἐν τεῖ βουλεῖ, κα[θ]άπερ καὶ τὰ ἱερὰ χρήματα· τὸ δὲ ἀρχαῖον ἐνο-
20 [φει]λέσθω παρὰ τοῖς δανεισαμένοις ἐπὶ ταῖς ὑποθήκαις ἐφ’ αἷς ἐδα̣-
[νε]ίσατο ἕκαστος, καθάπερ καὶ τὰ φυλετικά, εἰς τὸν ἀεὶ χρόνον, καὶ μὴ ἔ-
[στω] αὐτοῦ πρᾶξις· μὴ ἐξέστω δὲ τοῖς ὀφείλουσιν τοῦτο τὸ ἀργύ-
[ριο]ν καταβαλεῖν τὸ ἀρχαῖον κατὰ μηθένα τρόπον, ἀλλ’ ἐνοφειλέσθω ἐν
τ̣αῖς ὑπο[θ]ήκαις ἐπὶ αἷς ἂν δανείσωνται εἰς τὸν ἀεὶ χρόνον· ἐὰν δέ τις κα-
25 ταβάλη̣ παρευρέσει ᾗτινιοῦν εἲ ἄρχ[ο]ντες αὐτῷ προσδέξωνται τὴν
καταβολήν, μὴ ἔστω αὐτῷ καταβεβλημένον, ἀλλ’ ἐνοφειλέσθω ἐν ταῖς
[αὐ]ταῖς ὑποθήκαις, καὶ μηθὲν ἧσσον ἔστω πρακτὸς κατὰ ταὐτά· [καὶ ἐὰν]
οἱ νέοι ἄρχοντες προσδέξωνται τὴν καταβολήν, ὀφειλέτωσαν δρα-
χμὰς χιλίας τῷ δημοσίωι, καὶ ἡ καταβολὴ ἄ[κυρος] ἔστω· ἐ[ὰ]ν δέ τις τῶν
30 [δ]εδανεισμένων μὴ ἀποδῶι τὸν τόκον ἐν τῷ μηνὶ τῷ Ἀπατουριῶνι ἐν τεῖ
[β]ουλεῖ, ἡ βουλὴ καὶ οἱ λογισταὶ καὶ ὁ ἄρχων παρα[χρῆ]μ̣α̣ πρα̣σ̣σέτωσαν, κα-
[θά]περ καὶ τὰ ἱερὰ χρήματα, πρὸς τὸ ἡμιόλιον· ὁ δὲ μισθωσάμενος προκατ[α]-
[βαλ]λέτω τὸ μίσθωμα {σαν} ἐν τεῖ βουλεῖ· ἐὰν δέ τι ὑπερέχῃ μισθούμενα τὰ
[χ]ωρία, ἀποδιδότωσαν τῷ κυρίωι τῆς ὑποθήκης παραχρῆμα ἐν τεῖ βουλεῖ
35 τὸ ὑπερεχὲς τοῦ τε τόκου καὶ τοῦ ἡμιολίου, ὁ δὲ γραμματεὺς ὑπογραφέ-
[τ]ω τήν τε μεμισθ[ω]μένην ὑποθήκην καὶ τ[ὸ]ν μ[ισθωσά]μενον καὶ πόσου ἐμισθ[ώ]-
[σ]ατο καὶ ὅ,τι προκαταβέβληκεν· ἐὰν δέ τις μισ̣[θωσά]μενο̣ς̣ μὴ προκαταβάλ[ῃ]
[παραχρ]ῆμα ἐν τῇ βουλῇ, ἐνγραφέτω αὐτὸν ὡ̣[ς] ἐ̣π̣ο̣φ̣ε̣ίλοντα δρα-
χμὰς διακοσίας τῷ δημοσίωι. {²B}² ὅπως δὲ [κ]αὶ ἡ [δημοθ]οινία ἐπιτελε-
40 [σ]θεῖ τὸν {ἐν} ἐνιαυτὸν τὸν μετὰ ἄρχοντ̣α ․․․․η̣ν̣ τ̣ὸ̣ν̣ Ἀ̣ρ̣ί̣σ̣τ̣ωνος, το̣[ὺς]
[π]ρυτανεύοντας τὸμ̣ μῆνα τὸν Ἀπατουρ̣ι̣ῶ̣[να ἑλέ]σ[θαι] ἐπιμελητὰς δύο ἐξ ἁ-
[π]άντων [Α]ἰγιαλέων μ̣ὴ̣ νε̣ω̣τέρ̣ους ἐ̣τῶν τ̣ρ̣ι̣[άκο]ν̣τα· οἱ δὲ αἱρεθέντες λα-
[βό]ντες τὸ ἀργύριον τὸ πῖπτο̣ν̣ παρα̣[χρ]ῆ̣μ̣α ἐμ μηνὶ Ἀπατουριῶνι ὠ-
[ν]ησάσθωσαν βοῦν ἄρσενα μὴ νεώτερον ἐτῶν δύο καὶ θυσάτωσαν ἐν
45 τεῖ Καλλιστράτου αρ̣τ̣(?)․․․․․․․․․․․․․․ ο̣ἰ̣[κ]ίαι, πομπευέτω-
σαν δὲ τὸν βοῦν ἐκ τοῦ πρυτανείου [οἱ] π̣ρ̣υ̣τ[άνει]ς̣ καὶ [ὁ] γυμνασίαρχος
[κ]αὶ οἱ ἔφηβοι, ἀκολουθείτωσαν δὲ καὶ οἱ νεώτεροι πάντες· εἰ δὲ μή, τοὺς
μὴ ἀκολουθοῦντας ἐπαναγκ[α]ζέτω [ὁ] γυμ[να]σίαρχος τρόπωι ὅτωι
ἂν δύνη̣[τ]αι· ὅταν δὲ [π]ο[ίη]σωσιν τὸ [δεῖπν]ον, ἐπ[εν]έγκαντες κρέα ὁλο-
50 μελῆ ἑστιασ<ά>τωσαν καὶ ἐπιμη[νι]ε̣υ̣σ̣[άτωσα]ν [ο]ἱ ἐπιμεληταὶ ἐπὶ τὸ δεῖ-
[πνον]· ἐὰν δὲ ἄλλο αὐτοῖς φαίνηται, π̣ρ̣ο̣στ[ι]θέτ̣[ω]σ̣α̣ν πρὸς τὸ ἐνὸν ἀρ[γύ]-
[ρ]ιον καὶ εἰς τὴν δημοθοινίαν ἐπιμηνιεύοντες μετὰ τοῦ γυμνασι-
[ά]ρχου, τὸ δὲ ἐπιμηνιευθὲν τοῦ ἀρ[γυρίου φέρον]τες ἐπὶ τὸ δεῖπνον
ποιείτωσαν οἱ ἐπιμεληταὶ πάν̣[τας τοὺς κλι]σ̣μ̣οὺς(?) κατὰ τρίκλι-
55 [νο]ν καὶ τὸ δεῖπνον ἀποδιδότωσαν [το]ῖς̣ τε πολίταις πᾶσιν τοῖς παρα-
[γε]νομένοις εἰς τὴν Αἰγιά[λη]ν [καὶ παροίκοις κα]ὶ ξένοις <καὶ> τοῖς παρα-
[γε]νομένοις Ῥωμαίων αὐτῶ̣ν καὶ τῶν γ̣υ[ναικῶν(?)], κ̣α[ὶ κρ]έ̣α(?) χωρὶς πᾶ-
[σι]ν ․․․․․, καὶ παρεχέτωσαν ἡδὺ̣ μελίκρα̣τον καὶ τὴν διακονίαν πᾶσαν <τοῦ>
[δεί]πνου, παρέχοντες ξύλα καὶ ὕδωρ̣ καὶ ἀλείμματα· ἡ δὲ δημοθοινία
60 [γε]νέσθω ἐν τῷ γυμνασίωι ἐπάναγκ̣ες· παραθέτωσαν δὲ οἱ ἐπιμε-
[λητ]αὶ πάντως δεῖπνον ἀδάπανον τοῖς ἐν τῷ τρικλείνωι καὶ ἄνθη· παρατιθέ-
τωσαν <δὲ> τἄλλα μὲν θυθέντα, [τ]ὰ <δὲ> δέρματα ἀποδόμενοι παραχρῆμα κατα-
ναλισκέτωσαν παραχρῆμα καὶ ταῦτα ἐν τόπῳ· διδότωσαν δὲ
[οἱ] ἐπιμεληταὶ τῶν ἐφήβων ἑκάστῳ αὐ̣[τ]ῶν ὑὸς κ[ρε]ῶν μνᾶν· τὰ δ[ὲ]
65 [παρ]ατιθέμενα ἅπαντα ἔστω ἀποφορητὰ [ἀπὸ] τ[ο]ῦ τρικλίνου· ὑπο-
[τι]θέσθωσαν δὲ οἱ ἐπιμεληταὶ ἀπὸ [το][ἀργ]υρίου εἰς τὴν ἐχομένη[ν]
[ἡμ]έραν τιμὴν οἴνου μετρητῶν ἐννέα, καὶ πα[ρατιθ]έ̣τωσαν τήν τε διακον[ί]-
[αν] πᾶσαν κατὰ ταὐτὰ τῇ ἐχομένῃ ἡμέραι καὶ [τ]ὸν οἶνον· παρεχέτωσαν
δὲ̣ οἱ ἐπιμελητ̣[α]ὶ καὶ τραγήματα ἀμφοτέρας τὰς ἡμέρας καὶ τὴν δ[η]-
70 μ̣οθοινίαν συντελείτωσαν ἐν τῷ γυμνασίωι, σιτομετρείτωσαν δ[ὲ]
[οἱ] ἐπιμεληταὶ ὠνησάμενοι σῖτον πύρινον ἀπὸ τοῦ ἀργυρίου, διδόν-
[τ]ε̣ς τῇ προτεραίᾳ τοῖς τε πολίταις τοῖς ἐπιδημοῦσιν καὶ παροίκοις
[κ]αὶ ξένοις τοῖς παρεπιδημοῦσιν τῶν μὲν ἀνδρῶν ἑκάστῳ χοίνικα,
[τ]ῶν δὲ παίδων ἥμισυ χοίνικος. {²C}² ὅπως δὲ καὶ ὁ ἀγὼν γίνηται, οἱ ἐπιμελη-
75 [τ]αὶ τῇ νουμηνίαι σφαξάτ̣ωσαν ἅμα τῇ ἡμέραι κριὸν ὡς βέλτιστον πρὸς
[τ]ῷ ἀγάλματι ὧι ἂν στήσῃ Κριτόλαος τοῦ υἱοῦ Ἀλεξιμάχου καὶ πα̣[ρα]-
[θέ]τωσαν παράθεσιν ἐκ πυρῶν ἡμιέκτων τεσάρων καὶ τοῦ κριοῦ τὰ κρέα
[ὁλο]μελῆ ἀποζέσαντες παρατιθέτωσαν τῷ ἀγάλματι κ̣αὶ τὴν παράθεσιν·
[τῇ] δὲ δευτέραι συντελείτωσαν τὸν ἀγῶν<α> μετὰ τοῦ γυμνασιάρχου
80 καταναλίσκοντες εἰς τὰ ἔπαθλα τόν τε κριὸν ὅλον καὶ τῆς παραθέ-
σ̣εως̣ τὰ ἡμίση, τὰ δὲ ἡμίση ἔστω <τῶν> πρυτάνεων καὶ τῶν ἐπιμελητῶν· τιθέ-
τωσαν δὲ τὰ ἆθλα πάντα τιθέντες παίδων καὶ ἀνδρῶν κατὰ τὸν γημνασι-
[αρ]χι[κ]ὸν νόμον· πανκράτιον δὲ μὴ τιθέτωσαν, ἀλλ’ ἀνακηρυσσέσθω νικῶν
[Ἀ]λεξίμαχος Κριτολάου]. ὅπως δὲ καὶ λαμπὰς γίνηται παίδων καὶ ἀνδρῶν,
85 [ἐπι]μελείσθω ὁ γυμνασιάρχος τάσσων, ὡς ἂν αὐτῷ φαίνηται, καὶ ἐπανα[γ]-
κάζων τρέχειν τοὺς νεωτέρους τῶν ὑποτεταγμένων ἐτῶν πάντας.
{²D}² πρὸ τοῦ δὲ τὸν ἀγῶνα συντε<λεσ>θῆναι, οἱ ἐπιμεληταὶ λόγον ἀποδότωσαν
[τ]ῆ̣ς δαπάνης, γράψαντες εἰς σανίδας τοῖς τε πρυτάνεσι καὶ τῷ γυμ-
νασιάρχωι, οἱ δὲ ἐκτιθέτωσαν σκοπεῖν τῶι βουλομένωι, καὶ ὀμοσά-
90 [τ]ωσαν οἱ ἐπιμεληταὶ τόνδε τὸν ὅρκον· "ὀμνύομεν Δία Ποσειδῶ Δήμητρα·
ἐδαπανήσαμεν τὸ ἀργύριον πᾶν τὸ ἀπ[ο]τεταγμέ[ν]ον [ε]ἴς τ[ε] τὴν δημο-
[θο]ινίαν καὶ τὸν ἀγῶνα ἀφειρημένης τιμῆς οἴνου [με]τρητῶν ἐννέα, καὶ
[ο]ὐ νοσφισόμεθα οὐθέν, καὶ καταστήσομ[εν] ἐπιμελητὴν τῶν {ἐν τοῖς} ε[ὐ]ερ̣-
[γε]τῶν καὶ ἀλειτουργήτων τὸν εὐπορώτατον, ὅπω[ς ἂν κ]αὶ κράτιστα λει-
95 [το]υργήσηι̣. εὐορκοῦντι μὲν εὖ εἶναι, ἐπιορκοῦντι δὲ τ̣ἀ̣ναντία"· ὅταν δὲ ὀμό-
[σω]σι[ν], ἑλέσθωσαν οἱ ἐπιμεληταὶ ἐπιμελ[η]τὰ[ς] μεὶ νε[ωτ][ρου]ς ἐτῶν τριακό[ν]-
[τα] καὶ μὴ ἔχοντας ἄλλην λειτουργίαν πολιτικήν· οἱ δ[ὲ] ἁιρεθέντες διοι-
[κε]ίτωσαν κατὰ τὰ προγεγραμμέν[α] ἐν τῷ νόμω[ι καὶ π]αραλαμβάνοντε[ς]
[τὸ] ἀργύριον τὸ πῖπτον ἐν τεῖ βουλεῖ ἀναγρ[α]φέσ̣θ̣ωσαν· τοὺς δὲ αἱρεθέν-
100 [τ]ας ὁ γραμματεὺς ἀναγραψάτω, [ἀ]νακηρυσσέ[τω δὲ ὁ κῆρ]υξ ἐπὶ τοῦ ἀ-
[γῶ]νος παραχρῆμα, ὅτι στεφανοῦσιν οἱ π̣ρ̣ε[σβ]ύτ̣ε̣ρ̣οι [κ]α̣ὶ οἱ ἔ̣φηβοι καὶ οἱ
[νέ]οι πάντε̣ς Ἀλεξίμαχ[ο]ν Κριτολάου ἀρετῆς ἕ̣νε̣κ̣α̣ καὶ εὐταξίας ἧς
[ἔχ]ων διετέλε̣ι̣. {²E}² ὅπως δὲ καὶ ἡ θυσία γίν[η]ται [εἰς τὸν][ε]ὶ χρόνο[ν], οἱ πρυ-
[τάν]εις οἱ πρυτανεύοντες τὸμ μῆνα τὸν ταυ[ρ]ε[ῶ]να θυέτωσαν αἶγα τ̣ῇ̣
105 [αὐτῇ] ἡμέρ̣αι, ὅταν καὶ Ἐπικράτει θύωσι, λαμβάνοντες καὶ τοῦτο τὸ
[ἀποτ]εταγμένον παρὰ τῶν ταμιῶν, καὶ οἱ ταμίαι ἐπάναγκες διδότω-
[σαν]. {²F}² ἐὰν δέ τις ὠνήσηται τὰς ὀφειλούσας ὑπ[οθ]ή̣κας ἢ ὑποθῆται, καθ’ ὃν
[εἴρη]ται τ̣ρ̣όπον φερέτω τὸν τόκον καταβάλλων [ἐν τεῖ βουλ]εῖ τοῦ Ἀπα-
[του]ριῶνος μηνὸς ὁ ἔχων τὴν ὑποθήκην· ἐὰν δὲ μὴ φέρῃ, μισθούσθω ἡ ὑ-
110 [πο]θήκη κατὰ τὰ αὐτά· τοῦ δὲ ἀρχαίου μη̣[δ]έπ[ο]τε ἔστω ἡ καταβολή, ἡ
[δ]ὲ βουλὴ καὶ ὁ ἄρχων καὶ οἱ ταμίαι, ὅταν πράξωσ[ι]ν τ[ὸ ἀ]ργύριον, διδότω-
[σ]αν παραχρῆμα ἐν τεῖ βουλεῖ τοῖς ἐπιμεληταῖς τοῖς κατασταθεῖσιν,
καὶ ὁ γραμματεὺς ἀναγραψάτω τούς τε καταβαλόντας καὶ πόσ[ο]ν
[ἕ]καστ[ος] κατέβαλεν καὶ τοὺς λαμβάν[οντ]α[ς τῶν ἐπιμε]λητῶν καὶ πό-
115 [σ]ον λαμβάνουσιν· τῇ δὲ βουλῇ [μὴ] ἐξέστω πρότερον χρηματίσαι μ[η]-
[θ]έν, μηδὲ ὁ ἐπιστάτης προτιθέτω, ἐὰν μὴ πράξωσιν τὸν τόκον παρὰ
τῶν ὀφειλόντων τοῦτο τὸ ἀργύριον· ἐὰν δέ τις ἐπιμελητὴς αἱρεθεὶς καὶ
[λ]αβὼν τὸ ἀργύριον μὴ συντελέσῃ τὴν λειτουργίαν, ἀποδότω δρα-
[χ]μὰς χιλίας τῷ δημοσίωι, καὶ ὁ πράκτωρ αὐτὰ πραξάτ[ω· εἰ δὲ] μή, ὑπόδι-
120 [κο]ς ἔστω τῷ βουλομένωι· ἐὰν δέ τις αἱρεθεὶς καὶ λαβ̣[ὼν τὸ] ἀργύριον
[τ]ελευτήσῃ, οἱ κληρονόμοι αὐτοῦ ἀποδιδότωσαν [τὸ] ἀργύριον ἐν τῇ
[πρώ]τῃ [ἐ]κκλησίαι, ἀφ’ οὗ ἂν τελευτήσῃ, ὁ δὲ δῆμο[ς κα]ὶ τ[ὸ] κ̣ε̣φάλαι[ο]ν καὶ τὸ
[ἀ]ργύριον τὸ καταβληθὲν διδότω παραχρῆμα τῷ δημ̣οσ̣ίωι. {²G}² τὸ δὲ ἀ[ρ]-
[χα]ῖον τὸ ἐπιδεδομένον ὑπὸ Κριτολάου ε[ἰς] ταῦτα μ̣ὴ̣ ἐξέστω με-
125 [τα]θεῖναι εἰς ἄλλο μηθέν· ἐὰν δέ τις εἴπῃ ε̣ἲ ἐπιψ̣ηφίσ̣ῃ ἢ ὁ ἐπιστάτης εἲ
[οἱ π]ρόεδροι προθῶσιν εἲ ὁ γραμματεὺς γράψῃ εἲ ἀναγνῷ, ὡς δε[ῖ] ταῦτα
[τ]ὰ χρήματα εἰς ἄλλο τι καταχωρισθῆναι εἲ καὶ [ἄ]λλου μετακινηθῆ-
[ν]α[ί] τι τῶν ἐν τῶι νόμωι γεγραμμένων, ὁ τούτων τι ποιήσας ἄτιμος
[ἔσ]τω καὶ ἡ οὐσία αὐτοῦ δημοσία· γράφε̣σθ̣[ω] δὲ ὁ βουλομένος Αἰγιαλέω[ν]
130 [οἷ]ς ἔξεστιν πρὸς τὸν θεσμοθέτην ἐπὶ τῶι ἡμίσει. {²H}² τὸν δὲ νόμον τόνδ[ε]
[ε]ἶν[αι κύριον] εἰς τὸν πάντα χρόνον, καὶ ὁ γραμματεὺς αὐτὸν ἀναγ[ρα]-
[ψ]άτω εἰς τὰ δημόσια γράμματα πάντα καὶ εἰς τὰς δέλτους, οὗ οἱ [νόμοι]
[ε]ἰσ̣ὶν ἀναγ[εγ]ραμ[μ]ένοι, ἀναγραψάτω δὲ καὶ Κριτόλαος εἰστήλην καὶ
[στ]ησάτω, [οὗ] ἂν καὶ τὸν ἀνδριάντα ἱστᾶι.
Search Help
Contact Us