[ ]
Heraclea — 3rd c. BC
{²multa desunt}² | |
[․․․․․․․․․․․․․․․․․․․․ καὶ τὸν Δί]- | |
1 | α καὶ τοὺς ἄλλους [θεοὺς τοὺς τὴν νῆ]- |
σογ κατέχοντας, εὐορκοῦντ[ι μέν μοι εὖ] | |
εἴη, ἐφιορκοῦντι δὲ τἀναντία τῶν [ἀγαθῶν]· | |
ἐὰν δέ τις βιασόμενος αἶγας εἰσάγ[ειν ἢ] | |
5 | τρέφειν ἐν τῆι νήσωι παρὰ τόδε τὸ ψήφι[σ]- |
μα καὶ τὸν ὅρκον τῶγ κωλυόντων τινὰς | |
κτείνει, ἐπεξιόντων αὐτὸν οἵ τε προσ- | |
ήκοντες τοῦ παθόντος καὶ τὸ κοινὸν τῶν | |
νησιωτῶν ἅπαν· ὅ τι δ’ ἂν εἰς τὴγ κρίσιν | |
10 | ἀνήλωμα γίνηται, τὸ μέρος ἕκαστον εἰσ- |
[φ]έρειν· ἀναγράψαι δὲ τόδε τὸ ψήφισμα τὸν | |
[ἱ]εροποιὸν ἐπιστροφίδη[ν] εἰς στήλην λιθί- | |
νηγ καὶ στῆσαι εἰς τὸ Μητρῶιον· τὸ δὲ ἀνή- | |
λωμα τὸ εἰς τὴν στήληγ καὶ τὴν ἀναγρα- | |
15 | φὴν ἔστω ἀπὸ τοῦ κοινοῦ. ταῦτα δ’ εἶναι εἴς |
τε φυλακὴγ καὶ σωτηρίαν Ἡρακλειωτῶν | |
πάντωγ καὶ τῶν οἰκούντω[ν ἐν τῆι νήσωι]. |