IG XII,7 506
[ ] Nicuria — 3rd c. BC — IG XII,7 Corr. Add. p. xi
a.1 [ἔδοξε]ν τοῖς συνέδροις τῶν νησιωτῶν· ὑπὲρ ὧν
[Φιλοκλῆ]ς ὁ βασιλεὺς Σιδονίων καὶ Βάκχων ὁ νη-
[σίαρχος ἔγρα]ψαν πρὸς τ[ὰ]ς πόλεις, ὅπως ἂν ἀπο-
[στ]εί[λ]ωσιν συνέδρους εἰς Σάμον, οἵτινες
5 [χρημ]ατιοῦσιν ὑπὲρ τῆς θυσίας καὶ τῶν θεω-
[ρῶ]ν καὶ τοῦ ἀγῶνος, ὃν τίθησιν ὁ βασιλεὺς Πτο-
[λεμ]αῖος τῶι πατρὶ ἐν Ἀλεξανδρείαι ἰσολυμ[πι]-
[ον, καὶ νῦν] ἐκ πόλεωμ παραγενομένοις τοῖς συ[ν]-
[έδροις] δι[ελέγη]σαν Φιλοκλῆς καὶ Βάκχων, δ[ε]-
10 [δό]χθαι τῶι κοινῶι τῶν συνέδρων· ἐπειδὴ ὁ
[β]ασιλεὺς καὶ σωτὴρ Πτολεμαῖος πολλῶν
καὶ μεγάλων ἀγαθῶν αἴτιος ἐγένετο τοῖς
[τ]ε νησιώταις καὶ τοῖς ἄλλοις Ἕλλησιν, τάς τε π[ό]-
[λ]εις ἐλευθερώσας καὶ τοὺς νόμους ἀποδοὺς
15 [κ]αὶ τὴμ πάτριομ πολιτείαμ πᾶσιγ καταστήσα[ς]
[κ]αὶ τῶν εἰσφορῶγ κουφίσας, καὶ νῦν ὁ βασιλεὺς
[Π]τολεμαῖος, διαδεξάμενος τὴμ βασιλείαν παρ[ὰ]
τοῦ πατρός, τὴν αὐτὴν εὔνοιαγ καὶ ἐπιμέλειαν
[π]αρεχόμενος διατελεῖ εἴς τε τοὺς νησιώτας κα[ὶ]
20 τοὺς ἄλλους Ἕλληνας, καὶ θυσίαμ ποιεῖ τῶι πατρ[ὶ]
καὶ ἀγῶνα τίθησιν ἰσολύμπιον γυμνικὸγ καὶ
μουσικὸν καὶ ἱππικόν, τήν τε πρὸς τοὺς θεοὺ[ς εὐ]-
[σέβ]ειαν διαφυλάττωγ καὶ τὴμ πρὸς τοὺς π[ρογό]-
[νου]ς εὔνοιαν διατηρῶν, καὶ παρακαλεῖ εἰς ταῦτ[α]
25 [τού]ς τε νησιώτας καὶ τοὺς ἄλλους Ἕλληνας ψ[η]-
[φίσα]σθαι τὸν ἀγῶνα ὑπάρχειν ἰσολύμπιον, πρό-
[σήκ]ει πᾶσι τοῖς νησιώταις τετιμηκόσιμ πρ[ότε]-
[ρον τ]ὸν σωτῆρα Πτολεμαῖον ἰσοθέοις τιμαῖ[ς]
[καὶ δι]ὰ τὰς κοι[νὰς εὐεργεσίας] καὶ διὰ τὰς ἰδίο[υς]
30 [ὠφελείας τῶι βασιλεῖ Πτο]λεμαίωι παρακαλοῦ[ν]-
[τι ἔν τε τοῖς ἄλλοις συλλα]μβάνεσθαι καὶ νῦγ κατὰ
[τὴν αἵρεσιν αὐτοῦ μετὰ πάσης] προθυμία[ς ψηφίσα]σθα[ι]
— — — — — — — — — — — — — — — — μὲν τὸμ πᾶσ[ιν ․]ΛΓ․․
— — — — — — — — — — — — — —αι καταξίας τιμὰς
35 [— — — — — — — — — — — — — τῆ]ς ἑαυτῶν εὐνοία[ς]
[ἀποδέχεσθ]αι τὴν θυσίαγ καὶ τοὺς θεωροὺς ἀ[πο]-
[στέλλειν εἰ]ς τὸμ πάντα χρόνον ἐν τοῖς καθ[ή]-
[κουσι χρόνοις], καθάπερ ὁ βασιλεὺς ἐπέσταλκε,
[κ]α[ὶ] εἶναι τὸν ἀγῶνα ἰσολύμπιογ, καὶ τοῖς νικῶσιν
40 [τῶν νησιωτῶν] τὰς τιμὰς τὰς αὐτὰς ὑπάρχειν, αἵπερ
εἰσὶ[ν ἐν] τοῖς νόμοις παρ’ ἑκάστοις τῶν νησιωτῶν
[γεγραμμέναι] τοῖς τὰ Ὀλύμπια νικήσασιν· στεφανῶ-
[σ]αι δὲ καὶ τὸ[μ βα]σιλέα Πτολεμαῖον βασιλέως καὶ
[σ]ωτῆρος Πτολεμαίου χρυ[σῶι] στεφάνωι ἀριστεί-
45 [ωι ἀπὸ] στα[τήρ]ωγ χ[ι]λίων ἀρητῆς ἕνεκεγ καὶ εὐ-
[νοί]ας τῆς εἰς τοὺς νησιώτας, ἀναγράψαι δὲ τοὺς
[συν]έδρους τόδε τὸ ψ[ήφι]σμα εἰς στήλην λιθίνηγ καὶ
[στῆσαι ἐν] Δήλωι παρὰ τὸν βωμὸν τοῦ σωτῆρος
[Πτ]ολε[μαίου· κατὰ] ταὐτὰ δὲ ψηφισάσθωσαν τόδε
50 [τὸ ψ]ήφισμα καὶ αἱ μετέχουσαι τῶμ πόλεων τοῦ συν-
[ε]δρί[ου], καὶ ἀναγραψάτωσαν εἰς στήλας λιθίνας
[κ]αὶ ἀναθέτωσαν εἰς τὰ ἱερὰ ἐν οἷς καὶ αἱ λοιπαὶ τι-
μαί εἰσιν ἀναγεγραμμέναι παρ’ ἑκάστοις· ἑλέσθαι
[δ]ὲ τοὺς συνέδρους καὶ θεωροὺς τρεῖς, οἵτινες ἀφ[ι]-
55 [κ]όμενοι εἰς Ἀλεξάνδρειαν θύσουσίν τε ὑπὲρ τοῦ
[κ]οινοῦ τῶν νησιωτῶν Πτολεμαίωι Σωτῆρι καὶ
[τὸν σ]τέφανον ἀποδώσουσιν τῶι βασιλεῖ· τὸ δὲ εἰς
[τ]ὸν στέφανον ἀργύριον καὶ εἰς ἐφόδιογ καὶ πορε[ί]-
[A]S TOI=S QEWROI=S EI)SENEGKEI=N TA\S PO/LEIS, E(KA/S[THN]
60 [κατὰ τὸ ἐ]πιβάλλον αὐτῆι, καὶ δοῦναι ὧι ἂμ Βάκ[χων]
[ἀποδείξηι]. ἡιρέθησαν θεωροὶ Γλαύκων Κύθ[νιος],
․․․․․ας Νάξιος, Κλεώκριτος Ἄνδριος.
b.1 — — — — — —ΩΝΜ— — —Ο— — — — — — — — — — — — — —
— — — — —ΕΙ— — — —Λ— —ΛΠΑ#⁷Α— — — — — — — — — —
— — — —νται οἱ Ἀμόργιοι ἀποσ[τείλαντες — — — —]
[— — τῶι δὲ π]ρεσβευτ[ῆι ἔ]στωσαν οἱ ἴσοι — — — —
5 — — — — — — — διαγορε[υ]ο— — — — — — — — — —
— — — — — — — — τοῖς — — — — — — — — — — — — —
— — — — — —ν[τ(?)]ὰ ψηφίσ[ματα — — — — — — — —]
— —Ο— — — — — — — —οντ— — — — — — — — — — — —
— — — — — — — — — — — —ΟΝΤΟΥΣ— — — — — — — — —
10 Χ— — — — — — — — — — — —Ε— — — — — — — — — — —
— — —Ε— — — — — — — — —ΑΣ— —ΕΝ— — — — — — — —
— — — — — — — — — — — — — —Ο— — — — — — — — —
— — —Ο— — — — — — — — — — — — — — — — — — — —
Search Help
Contact Us