[ ] Amorgos — Aegiale
1 Αὐξάνων Ἀζημίου ζῶν κα[ὶ]
[φ]ρονῶν τάδε ἐβουλήθη [κ]αταπ[ρ]-
άξας ἡρῷον καμαρωτὸν ἐν τόπ[ῳ]
ὧι ἔλαβε δωρεᾶς [τ]ῆς παρὰ Μητιό[χ]ο[υ]
5 τοῦ Ἐπιτυνχάνοντος καλουμέ-
νου Πύργου· ἰς ἧν καμάραν οὐδεὶς
ἐξουσίαν ἕξει προσάψασθαι ἢ π[τῶ]-
[μ]α θεῖναι, μόνου ὄντος αὐτοῦ τού[τ]-
ου καὶ τῶν τέκνων αὐτοῦ καὶ ἐ[γγό]-
10 νων, μηδενὸς ἑτέρου ἔχοντος εἴ-
[σοδο]ν· εἰ δέ τις τολμήσει προσελθεῖν [εἰς]
[αὐ]τὸ [ἢ] θεῖναι πτῶμα, ὑπεύθυνος ἔστ-
[αι] ἐκ νόμου τυμβωρυχίᾳ· οὐδὲ γὰρ συ[ν]-
[εχ]ώρησε οὔτε βούλεται, οὐδ’ ἂν οἱ κληρ[ο]-
15 νόμοι αὐτοῦ βούλωνταί τινι τοῦτο ἐφ-
ιένα<ι, μ>ὴ εἶναι αὐτ[οῖ]ς ․․․․․․․․ κ]αὶ ὑπευ-
[θύ]νους εἶναι το— — — — — — — — — — — — —
ουστω․․οντ․ τῆι γεγραμμένης τω— — — — — — — —
— — — — ἐς τὸ ἡρῷον — — — — — — — — — — — — —
20 — — — — — — — — — — — — — — — — — — — — — — —
— — — — — — — — τούτου ἀντίγραφον ἀπέ-
[θηκε] εἰς τὸ ἀρχεῖον.
Search Help
Contact Us