[ ] Amorgos — Aegiale
1 πόντῳ ἔπ’ ἰχθυ-
όεντι θανὼν ἐνὶ
σήματι τῷδε | νηπί-
αχος κεῖμαι, πεντα-
5 ετὴς δ’ ἔθαν[ο]ν. |
ζῳὸν μὲν μήτ[η]ρ προ-
έπεμψέ με, εἶτα θα-
νόντα | δέξατο Θεο-
δώρα, θῆκε δὲ τῷδε τ[ά]-
10 φῳ | πρὶν καθιδεῖν
πελάσαντα πικρὸ[ν]
μόρον ἠδὲ γοῆσαι |
πατέρα μου φίλιον
Πιστικὸν ἐν μεγάροις. |
15 τοὔνομα δ’ Ἐπάνο-
δος κικλήσκομαι· ἀ[λ]-
λὰ τὸ χαίρειν | ἄφθο-
νον εἰπών μοι, χαῖρε
ἀπ’ ἐμοῦ, πάροδε. |
Search Help
Contact Us