[ ]
Amorgos — Aegiale
1 | Μειλησίων τῶν Ἀμοργὸν Αἰγιάλην |
κατοικούντων ἔδοξεν ἄρχουσι, βουλῇ, | |
δήμῳ· γνώμη στρατηγῶν ἐχόντων δὲ καὶ | |
τὴν πρυτανικὴν ἐξουσίαν· εἰσηγησαμέ- | |
5 | νου τὸ ψήφισμα Αὐρ. Πανκρίτου, ἐπιψηφι- |
σαμένου δὲ Αὐρ. Ἄνθου· ἐγράφη κατὰ τὸν | |
νόμον· ἐπειδὴ Αὐρ. Μουσικὴ θυγάτηρ Αὐρ. Ἀφρο- | |
δεισίου ἀνδρὸς τῶν παρ’ ἡμεῖν ἐντειμιωτάτων | |
ἔν τε ἀρχαῖς καὶ λιτουργίαις ἀπὸ γονέων καὶ πάπων | |
10 | ἐκτενῶς εἰς τὴν πατρίδα ἡμῶν ἀμένπτως ἐξυπη- |
ρετηκότων, ἔτι μὲν νηπία παντελῶς Ω {²⁷<καὶ>?}²⁷ διὰ τὸ τῆς ἡ- | |
λ<ι>κίας μέτρον ὑπὸ πάντων ἀνθρώπων ὑπερβαλό[ν]- | |
τως τειμωμένη καὶ φιλουμένη, τὰ νῦν ὑπὸ τῆς βα- | |
ρείας καὶ ἀληθῶς ἀνηλεοῦς εἱμαρμένης ἐξήρπασται | |
15 | καὶ ἀπενήνεκται ἐξ ἀνθρώπων, πένθος οὐκ ἐλάχιστον ὁμοῦ |
πᾶσιν το<ῖ>ς ἑαυτῆς καταλέλοιπεν, ὡς ἐπὶ τούτῳ καὶ τὴν π[ό]- | |
λιν ἡμῶν ἀνιᾶσθαι, ὡς ἀνθέον τι θαλερὸν μηδέπω τὸ τέ- | |
λειον τῆς ἀκμῆς μέτρον ἔχον κεκολοῦσθαι, ὡς δένδρον | |
κάλιστον φυόμενον ἐν γῇ πρὸ τοῦ δρέψασθαί τινα | |
20 | τῶν ἀφ’ αὐτοῦ γλυκέων καρπῶν ὑπὸ πονηρᾶς εἱμα[ρ]- |
μένης ἐξεριζώθη, τοιοῦτο[ν] δὴ τ[ὸ] ν[έον] καὶ | |
δινὸν τὸ τοῦ συνβεβηκότος· παρα<ι>νέ- | |
σαι καὶ τὸν φιλοστοργότατον πατέρα | |
αὐτῆς Αὐρ. Ἀφροδίσιον καὶ τὴν σωφρονεσ- | |
25 | τάτην μητέρα αὐτῆς Αὐρηλίαν Εὐφροσύ- |
νην καὶ τοὺς ἐντιμοτάτους πάπους αὐτῆς | |
Αὐρ. Σωτήριχον καὶ Α<ὐ>ρ. Εὐφρόσυνον καὶ τοὺς λοι- | |
ποὺς συνγενεῖς μετρίως φέρειν τὸ συν- | |
βεβηκός, ἐπισσταμένους ὅτι οὔτε λόγων δε- | |
30 | ήσει οὔτε χρημάτων ἀντιδόσει τὴν πεπρωμέ- |
νην παραιτήσασθαι δυνήσαιτ’ ἄν τις· δοῦναι <δ’> α[ὐ]- | |
[τῇ —6-8—]ι[σ]μὸν καὶ εἰκόνων ἀναστάσει | |
[τιμῆσαι αὐτὴν — — — — — — — — — — — —] |