[ ] Amorgos — Aegiale
1 Μειλησίων τῶν Ἀμοργὸν Αἰγιάλην
κατοικούντων ἔδοξεν ἄρχουσι, βουλῇ,
δήμῳ· γνώμη στρατηγῶν ἐχόντων δὲ καὶ
τὴν πρυτανικὴν ἐξουσίαν· εἰσηγησαμέ-
5 νου τὸ ψήφισμα Αὐρ. Πανκρίτου, ἐπιψηφι-
σαμένου δὲ Αὐρ. Ἄνθου· ἐγράφη κατὰ τὸν
νόμον· ἐπειδὴ Αὐρ. Μουσικὴ θυγάτηρ Αὐρ. Ἀφρο-
δεισίου ἀνδρὸς τῶν παρ’ ἡμεῖν ἐντειμιωτάτων
ἔν τε ἀρχαῖς καὶ λιτουργίαις ἀπὸ γονέων καὶ πάπων
10 ἐκτενῶς εἰς τὴν πατρίδα ἡμῶν ἀμένπτως ἐξυπη-
ρετηκότων, ἔτι μὲν νηπία παντελῶς Ω {²⁷<καὶ>?}²⁷ διὰ τὸ τῆς ἡ-
λ<ι>κίας μέτρον ὑπὸ πάντων ἀνθρώπων ὑπερβαλό[ν]-
τως τειμωμένη καὶ φιλουμένη, τὰ νῦν ὑπὸ τῆς βα-
ρείας καὶ ἀληθῶς ἀνηλεοῦς εἱμαρμένης ἐξήρπασται
15 καὶ ἀπενήνεκται ἐξ ἀνθρώπων, πένθος οὐκ ἐλάχιστον ὁμοῦ
πᾶσιν το<ῖ>ς ἑαυτῆς καταλέλοιπεν, ὡς ἐπὶ τούτῳ καὶ τὴν π[ό]-
λιν ἡμῶν ἀνιᾶσθαι, ὡς ἀνθέον τι θαλερὸν μηδέπω τὸ τέ-
λειον τῆς ἀκμῆς μέτρον ἔχον κεκολοῦσθαι, ὡς δένδρον
κάλιστον φυόμενον ἐν γῇ πρὸ τοῦ δρέψασθαί τινα
20 τῶν ἀφ’ αὐτοῦ γλυκέων καρπῶν ὑπὸ πονηρᾶς εἱμα[ρ]-
μένης ἐξεριζώθη, τοιοῦτο[ν] δὴ τ[ὸ] ν[έον] καὶ
δινὸν τὸ τοῦ συνβεβηκότος· παρα<ι>νέ-
σαι καὶ τὸν φιλοστοργότατον πατέρα
αὐτῆς Αὐρ. Ἀφροδίσιον καὶ τὴν σωφρονεσ-
25 τάτην μητέρα αὐτῆς Αὐρηλίαν Εὐφροσύ-
νην καὶ τοὺς ἐντιμοτάτους πάπους αὐτῆς
Αὐρ. Σωτήριχον καὶ Α<ὐ>ρ. Εὐφρόσυνον καὶ τοὺς λοι-
ποὺς συνγενεῖς μετρίως φέρειν τὸ συν-
βεβηκός, ἐπισσταμένους ὅτι οὔτε λόγων δε-
30 ήσει οὔτε χρημάτων ἀντιδόσει τὴν πεπρωμέ-
νην παραιτήσασθαι δυνήσαιτ’ ἄν τις· δοῦναι <δ’> α[ὐ]-
[τῇ —6-8—]ι[σ]μὸν καὶ εἰκόνων ἀναστάσει
[τιμῆσαι αὐτὴν — — — — — — — — — — — —]
Search Help
Contact Us