[ ] Amorgos — Aegiale
1 Μειλησίων τῶν Ἀμοργὸν Αἰγιάλην κατοικούν-
των ἔδοξεν ἄρχουσι, βουλῇ, δήμῳ· γνώμη στρα-
τηγῶν καὶ δεκαπρώτων ἐχόντων δὲ καὶ τὴν πρυ-
τανικὴν ἐξουσίαν· εἰσηγησαμένου τὸ ψήφισμα
5 Αὐρ. Σεραπίωνος βʹ, ἐπιψηφισαμένου δὲ Αὐρ. Πανκρί-
του τοῦ Ἰάσονος· ἐγράφη κατὰ τὸν νόμον· ἐπεὶ Αὐρ.
*PREIMI/L[2L]2A, *AU)R. *)AGAQI/NOU QUGA/THR, A)NQRW/POU TW=N PA-
ρ’ ἡμεῖν λειτουργῶν, ἀπὸ πρώτης ἡλικίας βίου σωφρό-
νως {²⁶σώφρονος}²⁶ ἀρξαμένη καὶ εὐσταθοῦς, πάσης αἰδοῦς
10 καὶ κοσμιότητος ἐπιμελουμένη, φιλοπροσή-
γορός τε καὶ εὐπρ[ο]σήγορος πρὸς πάντας
μεμετρημένως κατὰ λόγον ὑπάρχουσα,
ὡς [δ]ι’ αὐτὸ [το]ῦτο ὑφ’ ἑνὸς ἑκάστου οὐ μόν[ο]ν τῶν κατα-
λογάδην, ἀλλὰ καὶ τῶν πάνυ ἐπ’ ἀξιώματος
15 στέργεσθαί τε καὶ ἀγαπᾶσθαι αὐτήν, ΟΥΤΟΣ
․․․․․․․․․․․․․․․․․․․․ΝΟΥ․․․․․․․․․․․․․․․․․
Search Help
Contact Us