[ ]
Amorgos — Aegiale
1 | Μειλησίων τῶν Ἀμοργὸν Αἰγιάλην κατοικούν- |
των ἔδοξεν ἄρχουσι, βουλῇ, δήμῳ· γνώμη στρα- | |
τηγῶν καὶ δεκαπρώτων ἐχόντων δὲ καὶ τὴν πρυ- | |
τανικὴν ἐξουσίαν· εἰσηγησαμένου τὸ ψήφισμα | |
5 | Αὐρ. Σεραπίωνος βʹ, ἐπιψηφισαμένου δὲ Αὐρ. Πανκρί- |
του τοῦ Ἰάσονος· ἐγράφη κατὰ τὸν νόμον· ἐπεὶ Αὐρ. | |
Πρειμίλ<λ>α, Αὐρ. Ἀγαθίνου θυγάτηρ, ἀνθρώπου τῶν πα- | |
ρ’ ἡμεῖν λειτουργῶν, ἀπὸ πρώτης ἡλικίας βίου σωφρό- | |
νως {²⁶σώφρονος}²⁶ ἀρξαμένη καὶ εὐσταθοῦς, πάσης αἰδοῦς | |
10 | καὶ κοσμιότητος ἐπιμελουμένη, φιλοπροσή- |
γορός τε καὶ εὐπρ[ο]σήγορος πρὸς πάντας | |
μεμετρημένως κατὰ λόγον ὑπάρχουσα, | |
ὡς [δ]ι’ αὐτὸ [το]ῦτο ὑφ’ ἑνὸς ἑκάστου οὐ μόν[ο]ν τῶν κατα- | |
λογάδην, ἀλλὰ καὶ τῶν πάνυ ἐπ’ ἀξιώματος | |
15 | στέργεσθαί τε καὶ ἀγαπᾶσθαι αὐτήν, ΟΥΤΟΣ |
․․․․․․․․․․․․․․․․․․․․ΝΟΥ․․․․․․․․․․․․․․․․․ |