[ ] Amorgos — Aegiale
1 [Μειλησίων τῶν Ἀμοργ]ὸν Αἰγιάλην κατοικούντων ἔδοξεν
[ἄρχουσι, βουλῇ, δήμῳ· γνώ]μη στρατηγῶν καὶ δεκαπρώτων ἐχόν-
[των δὲ καὶ τὴν πρυτα]νικὴν ἐξουσίαν· ἰσηγησαμένου τὸ ψή-
[φισμα {²τοῦ δεῖνος}² τοῦ Πα]ραμόνου, ἐπιψηφισαμένου δὲ Ἄνθου το[ῦ]
5 [{²δεῖνος}², ἐγράφη κατὰ τ]ὸν νόμον· ἐπεὶ συνήρπακεν αἰφνιδίως
[ἡ ἀπαραίτητος καὶ ἀνηλε]ὴς εἱμαρμένη Ζωσίμην Ἀγαθείνου θυγατέ-
[ρα, Εὐμόλπου δὲ γυναῖκ]α, τά τε ἄλλα φίλανδρον καὶ σώφρονα πρα-
[ότητά τε ἤθους πρὸς] πάντας ἀνθρώπους παρεσχηκυῖαν, ὥσπε[ρ]
[καὶ ἔτυχε μαρτυρηθ]ῆναι αὐτῇ ἄμεμπτον καὶ εὐσταθῆ βίον [ἐ]π[α]-
10 [ναραμένῃ· δι]ὸ δεδόχθαι τῇ βουλῇ καὶ τῷ δήμῳ προμοί-
[ρως τούτου γενο]μένου παραινέσαι μὲν διὰ τοῦδε τοῦ ψηφίσ-
[ματος τούς τε γο]νεῖς αὐτῆς καὶ τὸν ἄνδρα Εὔμολπον βʹ καὶ ο[ἰ]-
[κείους πάντας εἰ]δότας, ὅτι οὐκ ἔστιν ἀμῦναι πρὸς τὴν ἐπὶ
[πάντων ἀνθρώπων] τεταγμένην μοῖραν· δοῦναι τε αὐτῇ τόπον
15 [εἰς τὴν ταφήν, ὅ]που ἂν οἱ οἰκεῖοι αὐτῆς προαιρῶνται. ἔδο-
[ξε πάσαις, ἀγομ]ένης ἐκκλησίας προσκλήτου πρὸ ιʹ καλ(ανδῶν) Ἰα[νου]-
[αρίων — — — — — —]
Search Help
Contact Us