[ ]
Amorgos — Aegiale
1 | [Μειλησίων τῶν Ἀμοργ]ὸν Αἰγιάλην κατοικούντων ἔδοξεν |
[ἄρχουσι, βουλῇ, δήμῳ· γνώ]μη στρατηγῶν καὶ δεκαπρώτων ἐχόν- | |
[των δὲ καὶ τὴν πρυτα]νικὴν ἐξουσίαν· ἰσηγησαμένου τὸ ψή- | |
[φισμα {²τοῦ δεῖνος}² τοῦ Πα]ραμόνου, ἐπιψηφισαμένου δὲ Ἄνθου το[ῦ] | |
5 | [{²δεῖνος}², ἐγράφη κατὰ τ]ὸν νόμον· ἐπεὶ συνήρπακεν αἰφνιδίως |
[ἡ ἀπαραίτητος καὶ ἀνηλε]ὴς εἱμαρμένη Ζωσίμην Ἀγαθείνου θυγατέ- | |
[ρα, Εὐμόλπου δὲ γυναῖκ]α, τά τε ἄλλα φίλανδρον καὶ σώφρονα πρα- | |
[ότητά τε ἤθους πρὸς] πάντας ἀνθρώπους παρεσχηκυῖαν, ὥσπε[ρ] | |
[καὶ ἔτυχε μαρτυρηθ]ῆναι αὐτῇ ἄμεμπτον καὶ εὐσταθῆ βίον [ἐ]π[α]- | |
10 | [ναραμένῃ· δι]ὸ δεδόχθαι τῇ βουλῇ καὶ τῷ δήμῳ προμοί- |
[ρως τούτου γενο]μένου παραινέσαι μὲν διὰ τοῦδε τοῦ ψηφίσ- | |
[ματος τούς τε γο]νεῖς αὐτῆς καὶ τὸν ἄνδρα Εὔμολπον βʹ καὶ ο[ἰ]- | |
[κείους πάντας εἰ]δότας, ὅτι οὐκ ἔστιν ἀμῦναι πρὸς τὴν ἐπὶ | |
[πάντων ἀνθρώπων] τεταγμένην μοῖραν· δοῦναι τε αὐτῇ τόπον | |
15 | [εἰς τὴν ταφήν, ὅ]που ἂν οἱ οἰκεῖοι αὐτῆς προαιρῶνται. ἔδο- |
[ξε πάσαις, ἀγομ]ένης ἐκκλησίας προσκλήτου πρὸ ιʹ καλ(ανδῶν) Ἰα[νου]- | |
[αρίων — — — — — —] |