[ ] Amorgos — Aegiale
1 Μειλησίων τῶν Ἀμοργὸν Αἰγιάλην κατοικούντ[ων]
ἔδοξεν ἄρχουσι βουλῇ, δήμῳ· γνώμη στρατηγῶν καὶ
[δε]καπρώτων, ἐχόντων δὲ καὶ τὴν πρυτανικὴν ἐξουσίαν· ἰσσ[η]-
[γ]ησαμένου τὸ ψήφισμα δὲ Ζωσίμου τοῦ Διοφᾶ, ἐπιψηφισαμένου
5 δὲ Μητροφάνου τοῦ Ἐπινείκου· ἐπιδὴ συνβέβηκεν Χρύσιππον
βʹ ὡς ἄνδρα ἀξιόλογον ἔν τε λιτουργίαις καὶ πάσ[ῃ] φιλοτιμ[ίᾳ]
φειλοτειμημένον ἰς τὴν πατρίδα ὑπὸ τῆς εἱμαρμένης ἀ[φαρ]-
πα<σ>θῆναι, ἔτι τε καὶ τὴν θυγατέραν αὐτοῦ Ἀφροδισίαν ἐν
τῷ ἄν[θ]ι τῆς ἡλικίας, παραμυθήσασθαι {δὲ} τὴν σύμβιον αὐτοῦ
10 Ὀρβάναν καὶ τὰ παιδία αὐτοῦ Χρύσιππον Χρυσίπ[πο]υ καὶ [{²τὸν δεῖνα}²]
[Χ]ρυσίππου <καὶ> Ἐ[πίκ]τητον τὸν θρεπτὸν αὐτοῦ γεν[ναίως φέρειν τὰ ὑπὸ]
[μ]οι[ρ]ῶν ἐπικεκλωσμένα. Ζώσιμος Διοφᾶ ἰσσ[ηγησάμην, Μητροφάνης]
[Ἐπι]νείκο[υ ἐπεψηφι]σάμην, Εὐφρόσυνος [— — — — — ἄρχων ἐδογμάτισα]
[καὶ ἀπεδεξάμην].
Search Help
Contact Us