[ ]
Amorgos — Aegiale
1 | Μειλησίων τῶν Ἀμοργὸν Αἰγιάλην κατοικούντ[ων] |
ἔδοξεν ἄρχουσι βουλῇ, δήμῳ· γνώμη στρατηγῶν καὶ | |
[δε]καπρώτων, ἐχόντων δὲ καὶ τὴν πρυτανικὴν ἐξουσίαν· ἰσσ[η]- | |
[γ]ησαμένου τὸ ψήφισμα δὲ Ζωσίμου τοῦ Διοφᾶ, ἐπιψηφισαμένου | |
5 | δὲ Μητροφάνου τοῦ Ἐπινείκου· ἐπιδὴ συνβέβηκεν Χρύσιππον |
βʹ ὡς ἄνδρα ἀξιόλογον ἔν τε λιτουργίαις καὶ πάσ[ῃ] φιλοτιμ[ίᾳ] | |
φειλοτειμημένον ἰς τὴν πατρίδα ὑπὸ τῆς εἱμαρμένης ἀ[φαρ]- | |
πα<σ>θῆναι, ἔτι τε καὶ τὴν θυγατέραν αὐτοῦ Ἀφροδισίαν ἐν | |
τῷ ἄν[θ]ι τῆς ἡλικίας, παραμυθήσασθαι {δὲ} τὴν σύμβιον αὐτοῦ | |
10 | Ὀρβάναν καὶ τὰ παιδία αὐτοῦ Χρύσιππον Χρυσίπ[πο]υ καὶ [{²τὸν δεῖνα}²] |
[Χ]ρυσίππου <καὶ> Ἐ[πίκ]τητον τὸν θρεπτὸν αὐτοῦ γεν[ναίως φέρειν τὰ ὑπὸ] | |
[μ]οι[ρ]ῶν ἐπικεκλωσμένα. Ζώσιμος Διοφᾶ ἰσσ[ηγησάμην, Μητροφάνης] | |
[Ἐπι]νείκο[υ ἐπεψηφι]σάμην, Εὐφρόσυνος [— — — — — ἄρχων ἐδογμάτισα] | |
[καὶ ἀπεδεξάμην]. |