[ ] Amorgos — Aegiale
1 [Μειλησίων τῶν Ἀμοργὸν Αἰγιάλην κατοικούν]των ἔδοξ[εν ἄρχου]-
[σι, βουλῇ, δήμῳ· γν]ώμη στρατηγῶν [ἐχ]όν[τ]ων δὲ καὶ τὴν [πρυτανικὴν ἐξου]-
[σίαν· εἰσ]ηγησαμένου τὸ ψή[φ]ισ[μα Εὐνομίδου] τοῦ Ἀγα[θ]είνου, ἐπιψη[φι]-
[σαμένο]υ Ἰάσονος τοῦ Ὀσέτου, ἐγ[ράφ]η κατὰ τὸν νόμον· ἐπεὶ [{²ἡ δεῖνα}²]
5 Σε[ρ]απίωνος γένει καὶ ἀξιώματι διαφέρουσα τετελεύτηκ[εν αἰφνίδι]-
ον, βιώσασα ἐπιφανῶς καὶ ἐξόχ{ε}ως {²⁶ἐξόχως}²⁶, πολλὰ καὶ [συν]εχ[ῆ] π[αρεχο]-
μένη καὶ ἰδίᾳ ἑκάστῳ καὶ κοινῇ τῇ πατρίδι ἔν τε ἔργων [κατασκευ]-
[α]ῖς καὶ ταῖς λοιπαῖς λιτο[υ]ρ[γ]είαις, διὸ δεδόχθαι διὰ το[ῦδε τοῦ]
[ψ]ηφίσματος παραπέμψαι τὸ σῶμα α[ὐ]τῆς ἐπὶ τὴν κη[δείαν]
10 [δ]ιὰ τῶν παρ’ ἡμεῖν [πολ]ειτῶν <τῶν> ἐν [ἀρχῇ] Εὐνομίδου τοῦ Ἀ[γ]α[θεί]-
[νο]υ καὶ Ἐπιγόνου τοῦ Ἀντιόχου καὶ Ἰάσονος τοῦ Ὀσέτου [πα]-
[ρα]μυθήσασθαί τε τὸν ἀξ[ιολογώ]τατον ἄνδραν αὐτῆς Εὐ— — — —
․․χον Κριτολάου καὶ τὰ τέκνα α[ὐ]τῆς καὶ τοὺς γέ[νει προσ]-
ήκοντας, ἀφορ[ῶ]ντας ἰς τὴν το[ῦ γέ]νους διαδοχ[ὴν γενναί]-
15 ως φέρειν τὸ συνβεβηκὸς ἐπισταμένους, ὅτ[ι πᾶσι]ν [ἀν]-
θρώποις ἀ[παρ]αίτητος ἡ τοῦ βίου ὑπολίπεται [τελευτή].
[περὶ] τοῦ α[ὐτ]οῦ ἐγένετο ψηφίσματα τρία, ἐξ ὧ[ν τὰ μὲν δύο]
[π]ε[τ]έθ[η ε]ἰς τὸ ἀρχεῖον, τὸ δὲ τρίτον διεπ[έμφθη τῷ ἀνδρὶ]
[αὐτ]ῆς ἐν τῇ Αἰγιαλέων πόλει διὰ τοῦ {του} [πρώτου ἄρχον]-
20 [τος][π]ιγόνου τοῦ Ἀντιόχου· Εὐνομί[δης Ἀγαθείνου]
[εἰση]γ[η]σάμην, Ἰάσων Ὀσέτου ἐπε[ψη]φ[ισάμην].
Search Help
Contact Us