[ ]
Amorgos — Aegiale
1 | Μειλησίων τῶν κατοικ[ο]- |
ύντων ἐν Αἰειάλῃ τῆς Ἀμο[ρ]- | |
γίας ἔδοξεν τῇ βουλῇ καὶ τ[ῷ] | |
δήμῳ· γνώμη στρατηγῶν καὶ | |
5 | δεκαπρώτων· εἰσηγη[σ]αμέ- |
νων τὸ ψήφισμα τῶν ἐν ἀρχῇ στρ- | |
ατηγῶν τῶν σὺν Στράτων<ι> Στ<ρ>άτ[ω]- | |
νος· ἐπὶ Ἐλευθέριν Ἀριστέου θυγ[ά]- | |
τηρ, τῶν πρώτων, ὑποκεχώρηκε[ν] | |
10 | αἰφνίδιον τοῦ καθ’ ἡμᾶς βίου, πρ[ω]- |
τεύουσα τῆς τριπόλεος [ε]ὐγενῖ συν[γε]- | |
νεί[ᾳ] καὶ ὑπερβαλλούσῃ τῇ πρὸς ἅ- | |
παντας φιλανθρωπίᾳ, πάσῃ ἀρετῇ [κε]- | |
κοσμημένη, ἐξαιρέτως φίλανδ- | |
15 | ρος, συνκέχυταί τε ἡ πᾶσα ἡμῶν πό- |
λις σὺν καὶ τοῖς νηπίοις τὸ κάλλιστον | |
ἑαυτῆς ἀποβεβληκυῖα πρόσχημα· | |
ΕΝΟΛΕϹ {²⁶εὐθαλὲς?}²⁶ γὰρ αὐτῆς διηνεκῶς τὸ φιλ[ά]- | |
γαθον καὶ εὐεργετικόν, ᾗ παρηκολο[ύθει] | |
20 | τὸ ἀπὸ παρθενίας ἀλοιδόρητον καὶ ἁ- |
[γ]νὸν μετὰ πάσης αἰδοῦς, ἀπολέλοιπε δὲ | |
τῇ αὑτῆς πατρίδι εὐγενῆ τέκνα Ἡγησί- | |
λοχον καὶ Ἀριστέαν καὶ Καλλιρόδην [καὶ] | |
Ἀριστόκριτον ἑαυτῇ ὁμοίους, ὧν τέκ[ν]- | |
25 | α ἐνηνκαλίσατο, καὶ κατὰ τοῦτο εὐτυ- |
χεστάτη· διὸ δὴ δεδόχθαι πανδημὶ τ[ῇ] | |
ἐκκομιδῇ αὐτῆς παρακολουθῆσαι, ἐνδ[ι]- | |
κνυμένους μνημονεύιν τῆς χρηστ[ό]- | |
τητος αὐτῆς, παραινέσαι τε τοῖς τέκνοι[ς] | |
30 | αὐτῆς Ἡγησιλόχῳ καὶ Ἀριστέᾳ καὶ Καλλι- |
ρόδῃ τὴν μητέρα ἐπιζηλ[ε]ύιν ὡς [καὶ] | |
[τ]ὸν πατέρα ΩΝΤΕϹΤΕΚΝΩ̣Ν̣, [ὥστε] καὶ τὰ {π} | |
παρ’ αὐτῆς τροφῖα ἰληφέναι, μέχρις [ὅ]- | |
του παρισελθὼν βάσκανος δαίμων [ἀ]φ[ί]- | |
35 | λατο αὐτήν, φυλάσσιν τε [α]ὑτοὺς καὶ τῇ πα- |
τρίδι καὶ τῇ τῶν κατοιχομένων ἡρώων | |
ἐπιμελία. δοθῆναι τόπον δημόσιον [ἰς] | |
ταφὴ<ν> ὥριμον, ὃν ἂν τὰ τέκνα αὐτῆς | |
[β]ουληθῶσιν. ἔδοξεν πάσαις. | |
40 | Στράτων Στράτωνος ἄρχων |
ἰσηγησάμην. |