[ ] Amorgos — Aegiale
A.1 συνελθόντος τοῦ δήμου καὶ τῆς βο-
υ{λ}λῆς {²⁶βουλῆς}²⁶, καὶ ἐμφαν[ίζ]οντος Μνησιθ-
έου τοῦ Μα[ν]τίου ἄρχοντος· [ἐ]πὶ
Ἀθήναιος Πανα[ί]του ἂρχων ἀνὴρ ἀ-
5 ξιόλογος καὶ τεκνοτρόφος πολιτε[υ]-
σάμε<ν>ός τε [ἐ]ν τῇ πατρίδι κοσμί<ως> καὶ
φιλοτείμως τετελεύτηκεν αἰ-
φν<ί>διον, τ[α]φήν τε τὴν ἀξίαν αὐτο-
ῦ καὶ τὴν πρὸς τὴν θυγατέρα αὐ-
10 τοῦ Εὐφημίαν παραμυθία<ν> καὶ
[τιμ]ὰς τὰς ἐξ ἔθους τοῖς κατο<ι>χο-
μένοις ἀξιολόγοις δεδόσθαι,
ἔδοξε τῷ δήμῳ καὶ τῇ βουλῇ.
[Ἀ]θη<ναίῳ> Παναίτου τῷ ἄρχον<τι> κατοιχομ-
15 [έ]νῳ ἀνδρ<ὶ> ἀξιολ[ό]γῳ καὶ σεμνῶ[ς]
καὶ κοσμίως πεπολιτευμένῳ τ-
[ε]ιμὰς τὰς καταξίας, καθὼς καὶ
τοῖς ἄλλοις ἀξιολόγοις κατοιχ[ο]-
[μέ]νοις ἐξ ἔθους ἐστὶν δίδοσθ[αι],
20 καὶ τούτῳ δὲ δεδόσθαι, παρ[α]μυ-
[θ]ήσασθαί τε καὶ τὴν θυγατέρα αὐ-
[τ]οῦ Εὐφημία<ν> ἀνθρ<ω>πίνως [τό] συνβε<βη>-
κὸς [φ]έριν.
B.1 ὁ δῆμος
Σωτήριχον
[Ἀ]θηναίου
ἥροαν.
C.1 Εὐφημία
Εὐβούλου.
Search Help
Contact Us