[ ]
Amorgos — Aegiale — 1st c. BC
— — — — — — — — — — — — — — — — — — — | |
1 | [ἀναστρεφ]όμενος χ[ρ]ό[νον ὅσον ἐπιδη]- |
[μεῖ καλ]ῶς καὶ ἐλευθέρως, [γ]ενό[μενος δὲ] | |
[․․․․․ μ]ετὰ τῆς ἀδελφῆς καὶ τὴν πρὸς | |
[ἅπαντ]ας ἔχων εὔνοιαν φιλικῶς· ὅπως | |
5 | [οὖν κ]αὶ ἡ πόλις τοὺς εὐνοοῦντας προ- |
[κα]λεσαμένη πρὸς εὔνοιαν αὔξῃ τὸ | |
[π]ολείτευμα τῶν προγόνων, τοῖς ὑ- | |
[π]άρχουσιν χαριζομένη, τύχῃ ἀγα- | |
θῇ δεδόχθαι τῇ βουλῇ, Σεραπίωνα | |
10 | Διονυσίου Σελευκῆ, Νικαρέτης ὑ- |
πάρχοντα υἱὸν τῆς πολείτιδος, ὄντα | |
δὲ ἔτι καὶ οἰκῆον ἀγαθῶν καὶ πρώτων | |
τῆς πόλεως ἀνδρῶν, δεδόσθαι [πο]- | |
λιτήαν αὐτῷ καὶ γῆς ἔνκτησιν κα<ὶ> οἰ- | |
15 | κίας, μετέχοντα πάντων ὧν καὶ οἱ |
λοιποὶ πολεῖται μετέχουσιν, ἐπικε- | |
κληρῶσθαι δὲ αὐτὸν ἐπὶ τὴν τῶν | |
συνγενῶν φυλὴν τὴν Βασιλειτῶν κα- | |
λουμένην· τὸ δὲ ψήφισμα τόδε ὁ | |
20 | μὲν γραμματεὺς ἀναγραψάτω εἰς |
τὰ δημόσια γράμματα, Σεραπίων | |
δὲ εἰς στήλην λιθίνην, καὶ στησάτω | |
εἰς τὸ ἱερὸν τοῦ Διὸς καὶ τῆς Ἀθηνᾶς | |
τῆς Πολιάδος. |