[ ] Amorgos — Aegiale — 1st c. BC
— — — — — — — — — — — — — — — — — — —
1 [ἀναστρεφ]όμενος χ[ρ][νον ὅσον ἐπιδη]-
[μεῖ καλ]ῶς καὶ ἐλευθέρως, [γ]ενό[μενος δὲ]
[․․․․․ μ]ετὰ τῆς ἀδελφῆς καὶ τὴν πρὸς
[ἅπαντ]ας ἔχων εὔνοιαν φιλικῶς· ὅπως
5 [οὖν κ]αὶ ἡ πόλις τοὺς εὐνοοῦντας προ-
[κα]λεσαμένη πρὸς εὔνοιαν αὔξῃ τὸ
[π]ολείτευμα τῶν προγόνων, τοῖς ὑ-
[π]άρχουσιν χαριζομένη, τύχῃ ἀγα-
θῇ δεδόχθαι τῇ βουλῇ, Σεραπίωνα
10 Διονυσίου Σελευκῆ, Νικαρέτης ὑ-
πάρχοντα υἱὸν τῆς πολείτιδος, ὄντα
δὲ ἔτι καὶ οἰκῆον ἀγαθῶν καὶ πρώτων
τῆς πόλεως ἀνδρῶν, δεδόσθαι [πο]-
λιτήαν αὐτῷ καὶ γῆς ἔνκτησιν κα<ὶ> οἰ-
15 κίας, μετέχοντα πάντων ὧν καὶ οἱ
λοιποὶ πολεῖται μετέχουσιν, ἐπικε-
κληρῶσθαι δὲ αὐτὸν ἐπὶ τὴν τῶν
συνγενῶν φυλὴν τὴν Βασιλειτῶν κα-
λουμένην· τὸ δὲ ψήφισμα τόδε ὁ
20 μὲν γραμματεὺς ἀναγραψάτω εἰς
τὰ δημόσια γράμματα, Σεραπίων
δὲ εἰς στήλην λιθίνην, καὶ στησάτω
εἰς τὸ ἱερὸν τοῦ Διὸς καὶ τῆς Ἀθηνᾶς
τῆς Πολιάδος.
Search Help