[ ] Amorgos — Aegiale — 200-150 BC
1 Ἀντήνωρ Εὐήνορος Ἀλσίτης εἶπεν,
Φανόδημος Φιλοκλέος Φημιοικί-
της ἐπεστάτει· ἔδοξεν τεῖ βου-
λεῖ καὶ τῶι δήμωι· ὑπὲρ ὧν οἱ πρυ-
5 τάνεις ἐπήγαγον τοὺς χορηγοὺς
ἐπὶ τὴν ἐκκλησίαν ὑπὲρ στεφάνου,
ἐπειδὴ Κριτόλαος καὶ Παρμενίων
οἱ Ἀλκιμέδοντος, χορηγοὶ γενόμε-
νοι, τῆς τε σκηνῆς ἐπεσκεύασαν τὰ
10 χρῄζοντα καὶ τὴν χορηγίαν συνε-
τέλεσαν φιλοδόξως, οὐθὲν ἐλλεί-
ποντες σπουδῆς καὶ φιλοτιμίας, ἔτι
DE\ KAI\ TO\N DH=MON KAI\ TOU\S OI)KOU=NTAS
ἐν Αἰγιαλῶι πάντας καὶ τοὺς παρε-
15 πιδημοῦντας ξένους ἐσιτομέτρη-
[σάν] τε καὶ βουθυτήσαντες τῶι τε Ἀ-
πόλλωνι καὶ τεῖ Ἥραι ἐκρεανόμη-
σαν καὶ ἐδημοθοίνησαν ἐφ’ ἡμέρας
δύο, πάντα παρασκευασάμενοι τὰ
20 συμφέροντα εἰς τὴν πανήγυριν, οὐ-
θὲν ἐλλείποντες δαπάνη[ς κ]αὶ φιλο-
τιμίας· ἵνα οὖν καὶ ἡ ἡμετέρα [φαίνη]ται
πόλις τιμῶσα τοὺς φιλοτίμους κ[αὶ ἀ]-
γαθοὺς ἄνδρας, δεδόχθαι τῶι δήμ[ωι]
25 τῶι Αἰγιαλέων, ἐπαινέσαι τε Κριτό-
λαον καὶ Παρμενίωνα τοὺς Ἀλκιμέ-
δοντος ἐπὶ τεῖ αἱρέσει καὶ στεφανῶ-
σαι αὐτοὺς χρυσῶι στεφάνωι τῶι
ἐκ τοῦ νόμου ἀρετῆς ἕνεκεν καὶ εὐ-
30 νοίας καὶ φιλοτιμίας τῆς τε εἰς
τὴν πατρίδα καὶ τεῖ εἰς τοὺς θεοὺς
εὐσεβείαι· δεδόσθαι δὲ αὐτοῖς
καὶ προεδρίαν ἐν τῶι θεάτρωι· ὅπως
δὲ καὶ ὁ στέφανος ἀνακηρύσσηται
35 ὑπὸ τοῦ ἱεροκήρυκος ἐν τῶι θεάτρωι
εἰς τὸν ἀεὶ χρόνον, ἐπιμελεῖσθαι
τοὺς πρυτάνεις ἀεὶ τοὺς πρυτανεύ-
οντας τὸν Μιλτοφοριῶνα μῆνα, ὅταν
ἡ πόλις τὰ χορικὰ συντελεῖ· ἀνα-
40 γράψαι δὲ τόδε τὸ ψήφισμα τὸμ μὲν
γραμματέα εἰς τὰ δημόσια γράμματα,
Κριτόλαον δὲ καὶ Παρμενίωνα εἰς στή-
λην καὶ στῆσαι τῶν δημοσίων εἰς
ὁποῖον ἂν βούλωνται τόπον.
Search Help
Contact Us