[ ]
Amorgos — Aegiale — 200-150 BC
1 | Ἀντήνωρ Εὐήνορος Ἀλσίτης εἶπεν, |
Φανόδημος Φιλοκλέος Φημιοικί- | |
της ἐπεστάτει· ἔδοξεν τεῖ βου- | |
λεῖ καὶ τῶι δήμωι· ὑπὲρ ὧν οἱ πρυ- | |
5 | τάνεις ἐπήγαγον τοὺς χορηγοὺς |
ἐπὶ τὴν ἐκκλησίαν ὑπὲρ στεφάνου, | |
ἐπειδὴ Κριτόλαος καὶ Παρμενίων | |
οἱ Ἀλκιμέδοντος, χορηγοὶ γενόμε- | |
νοι, τῆς τε σκηνῆς ἐπεσκεύασαν τὰ | |
10 | χρῄζοντα καὶ τὴν χορηγίαν συνε- |
τέλεσαν φιλοδόξως, οὐθὲν ἐλλεί- | |
ποντες σπουδῆς καὶ φιλοτιμίας, ἔτι | |
δὲ καὶ τὸν δῆμον καὶ τοὺς οἰκοῦντας | |
ἐν Αἰγιαλῶι πάντας καὶ τοὺς παρε- | |
15 | πιδημοῦντας ξένους ἐσιτομέτρη- |
[σάν] τε καὶ βουθυτήσαντες τῶι τε Ἀ- | |
πόλλωνι καὶ τεῖ Ἥραι ἐκρεανόμη- | |
σαν καὶ ἐδημοθοίνησαν ἐφ’ ἡμέρας | |
δύο, πάντα παρασκευασάμενοι τὰ | |
20 | συμφέροντα εἰς τὴν πανήγυριν, οὐ- |
θὲν ἐλλείποντες δαπάνη[ς κ]αὶ φιλο- | |
τιμίας· ἵνα οὖν καὶ ἡ ἡμετέρα [φαίνη]ται | |
πόλις τιμῶσα τοὺς φιλοτίμους κ[αὶ ἀ]- | |
γαθοὺς ἄνδρας, δεδόχθαι τῶι δήμ[ωι] | |
25 | τῶι Αἰγιαλέων, ἐπαινέσαι τε Κριτό- |
λαον καὶ Παρμενίωνα τοὺς Ἀλκιμέ- | |
δοντος ἐπὶ τεῖ αἱρέσει καὶ στεφανῶ- | |
σαι αὐτοὺς χρυσῶι στεφάνωι τῶι | |
ἐκ τοῦ νόμου ἀρετῆς ἕνεκεν καὶ εὐ- | |
30 | νοίας καὶ φιλοτιμίας τῆς τε εἰς |
τὴν πατρίδα καὶ τεῖ εἰς τοὺς θεοὺς | |
εὐσεβείαι· δεδόσθαι δὲ αὐτοῖς | |
καὶ προεδρίαν ἐν τῶι θεάτρωι· ὅπως | |
δὲ καὶ ὁ στέφανος ἀνακηρύσσηται | |
35 | ὑπὸ τοῦ ἱεροκήρυκος ἐν τῶι θεάτρωι |
εἰς τὸν ἀεὶ χρόνον, ἐπιμελεῖσθαι | |
τοὺς πρυτάνεις ἀεὶ τοὺς πρυτανεύ- | |
οντας τὸν Μιλτοφοριῶνα μῆνα, ὅταν | |
ἡ πόλις τὰ χορικὰ συντελεῖ· ἀνα- | |
40 | γράψαι δὲ τόδε τὸ ψήφισμα τὸμ μὲν |
γραμματέα εἰς τὰ δημόσια γράμματα, | |
Κριτόλαον δὲ καὶ Παρμενίωνα εἰς στή- | |
λην καὶ στῆσαι τῶν δημοσίων εἰς | |
ὁποῖον ἂν βούλωνται τόπον. |