[ ]
Amorgos — Aegiale — 200-150 BC
1 | ἔδοξεν τῆι βουλῆι καὶ τῶι δήμωι· γνώμη πρυ- |
τάνεων· ὑπὲρ ὧν προεγράψαντο οἱ πρυτά- | |
νεις, ἐπειδὴ Κριτόλαος Ἀλκιμέδοντος Αἰ- | |
γιαλεὺς ἔν τε τοῖς πρότερον χρόνοις αὑ- | |
5 | τὸν ἐκτενῆ καὶ εὔχρηστον παρεχόμενος δι- |
ατετέλεκε τῆι πόλει, χρείας τε γενομένης | |
ἀναγκαίας τῶι δήμωι διαφόρου διὰ τοὺς | |
περιστάντας καιρούς, οὐκ ἀντεῖπεν, ἀλ- | |
λ’ ἐδάνεισεν προθύμως ἐπὶ τῶι συμφέρον- | |
10 | τι τῶι δήμωι, ἔν τε τοῖς ἄλλοις πᾶσιν εὔ- |
χρηστον αὑτὸν παρεχόμενος διατελεῖ | |
καὶ κατὰ κοινὸν καὶ καθ’ ἱδίαν τοῖς ἐντυγ- | |
χάνουσιν αὐτῶι τῶν ἡμετέρων πολιτῶν, | |
σπουδῆς καὶ φιλοτιμίας οὐθὲν ἐλλεί- | |
15 | πων· ὅπως οὖν καὶ ὁ δῆμος ὁ ἡμέτερος φαί- |
νηται τοὺς καλοὺς καὶ ἀγαθοὺς τῶν ἀν- | |
δρῶν τιμῶν καταξίως τῶν εἰς ἑαυτὸν εὐ- | |
εργεσιῶν καὶ πολλοὶ προτρέπωνται ἐπὶ | |
τὸ εὐεργετεῖν τὸν δῆμον, δεδόχθαι τῆι | |
20 | βουλῆι καὶ τῶι δήμωι, ἐπῃνῆσθαι τε Κριτό- |
λαον Ἀλκιμέδοντος Αἰγιαλῆ ἐπὶ τῆι εὐνοί- | |
αι καὶ αἱρέσει ἣν ἔχων διατετέλεκεν εἰς | |
τὴν ἡμετέραν πόλιν, καὶ εἶναι αὐτὸν πρό- | |
ξενον καὶ εὐεργέτην τοῦ δήμου τοῦ Μι- | |
25 | νῳητῶν καὶ αὐτὸν καὶ ἐκγόνους, καὶ στε- |
φανῶσαι αὐτὸν χρυσῶι στεφάνωι· οἱ δὲ ἀ- | |
γωνοθέται ἀναγγελλέτωσαν αὐτοῦ τὸν | |
στέφανον καθ’ ἕκαστον ἐνιαυτὸν ἐν τῶι | |
θεάτρωι ἐν τῶι ἀγῶνι τῶν Ἑκατομβίων· ἀνα- | |
30 | γράψαι δὲ τόδε τὸ ψήφισμα εἰς τὸ ἱερὸν τοῦ |
Ἀπόλλωνος τοῦ Δηλίου, τῆς δὲ ἀναγρα- | |
φῆς ἐπιμεληθῆναι τοὺς νεωποίας· ὅπως | |
δὲ καὶ Αἰγιαλεῖς εἰδήσωσιν τὰ ἐψηφισμέ- | |
να τίμια Κριτολάωι, ἑλέσθαι πρεσβευτήν, | |
35 | ὅστις ἀφικόμενος εἰς Αἰγιαλὸν τό τε ψή- |
φισμα ἀποδώσει τῆι πόλει καὶ παρακαλέ- | |
σει Αἰγιαλεῖς ὄντας φίλους καὶ εὔνους ἀ- | |
ναγράψαι καὶ παρ’ αὑτοῖς τόδε τὸ ψήφισμα | |
εἰς στήλην καὶ στῆσαι αὐτὴν οὗ ἂν προαι- | |
40 | ρῆται Κριτόλαος· εἱρέθη πρεσβευτὴς Δι- |
ονύσιος Ἐπικλέους. |