[ ] Amorgos — Aegiale — 200-150 BC
1 ἔδοξεν τῆι βουλῆι καὶ τῶι δήμωι· γνώμη πρυ-
τάνεων· ὑπὲρ ὧν προεγράψαντο οἱ πρυτά-
νεις, ἐπειδὴ Κριτόλαος Ἀλκιμέδοντος Αἰ-
γιαλεὺς ἔν τε τοῖς πρότερον χρόνοις αὑ-
5 τὸν ἐκτενῆ καὶ εὔχρηστον παρεχόμενος δι-
ατετέλεκε τῆι πόλει, χρείας τε γενομένης
ἀναγκαίας τῶι δήμωι διαφόρου διὰ τοὺς
περιστάντας καιρούς, οὐκ ἀντεῖπεν, ἀλ-
λ’ ἐδάνεισεν προθύμως ἐπὶ τῶι συμφέρον-
10 τι τῶι δήμωι, ἔν τε τοῖς ἄλλοις πᾶσιν εὔ-
χρηστον αὑτὸν παρεχόμενος διατελεῖ
καὶ κατὰ κοινὸν καὶ καθ’ ἱδίαν τοῖς ἐντυγ-
χάνουσιν αὐτῶι τῶν ἡμετέρων πολιτῶν,
σπουδῆς καὶ φιλοτιμίας οὐθὲν ἐλλεί-
15 πων· ὅπως οὖν καὶ ὁ δῆμος ὁ ἡμέτερος φαί-
νηται τοὺς καλοὺς καὶ ἀγαθοὺς τῶν ἀν-
δρῶν τιμῶν καταξίως τῶν εἰς ἑαυτὸν εὐ-
εργεσιῶν καὶ πολλοὶ προτρέπωνται ἐπὶ
τὸ εὐεργετεῖν τὸν δῆμον, δεδόχθαι τῆι
20 βουλῆι καὶ τῶι δήμωι, ἐπῃνῆσθαι τε Κριτό-
λαον Ἀλκιμέδοντος Αἰγιαλῆ ἐπὶ τῆι εὐνοί-
αι καὶ αἱρέσει ἣν ἔχων διατετέλεκεν εἰς
τὴν ἡμετέραν πόλιν, καὶ εἶναι αὐτὸν πρό-
ξενον καὶ εὐεργέτην τοῦ δήμου τοῦ Μι-
25 νῳητῶν καὶ αὐτὸν καὶ ἐκγόνους, καὶ στε-
φανῶσαι αὐτὸν χρυσῶι στεφάνωι· οἱ δὲ ἀ-
γωνοθέται ἀναγγελλέτωσαν αὐτοῦ τὸν
στέφανον καθ’ ἕκαστον ἐνιαυτὸν ἐν τῶι
θεάτρωι ἐν τῶι ἀγῶνι τῶν Ἑκατομβίων· ἀνα-
30 γράψαι δὲ τόδε τὸ ψήφισμα εἰς τὸ ἱερὸν τοῦ
Ἀπόλλωνος τοῦ Δηλίου, τῆς δὲ ἀναγρα-
φῆς ἐπιμεληθῆναι τοὺς νεωποίας· ὅπως
δὲ καὶ Αἰγιαλεῖς εἰδήσωσιν τὰ ἐψηφισμέ-
να τίμια Κριτολάωι, ἑλέσθαι πρεσβευτήν,
35 ὅστις ἀφικόμενος εἰς Αἰγιαλὸν τό τε ψή-
φισμα ἀποδώσει τῆι πόλει καὶ παρακαλέ-
σει Αἰγιαλεῖς ὄντας φίλους καὶ εὔνους ἀ-
ναγράψαι καὶ παρ’ αὑτοῖς τόδε τὸ ψήφισμα
εἰς στήλην καὶ στῆσαι αὐτὴν οὗ ἂν προαι-
40 ρῆται Κριτόλαος· εἱρέθη πρεσβευτὴς Δι-
ονύσιος Ἐπικλέους.
Search Help
Contact Us