[ ]
Amorgos — Aegiale — 3rd c. BC
1 | — — — — — — — — — — — — — — — — — — — — — — — — — — — |
․․․․․․․․․αι ὑποστὰς ․․․․․․․․․․․․․․ειτο— — | |
[περὶ ὀλίγου] ποιησάμενος τὸν ἰδίων κινδύνων [λ]ό[γον — —] | |
— — — — —α, καὶ τοὺς μὲν ἐπιθεμένους [αὐτοῖς] | |
5 | [τῶν πολε]μίων ἐνίκησεν μαχόμενος, τοὺς δ[ὲ ἁ]- |
[λόντας ἔσ]ωσεν, τὴν δὲ πολιου[ρκί]αν [ἔλυ]σεν· [δεδό]- | |
[χθαι τῆι βου]λῆι καὶ τῶι δήμωι, ἐπαινέσαι Τιμοκ— — — | |
[Ἀριστόλα ἀ]ρετῆς ἕνεκεν καὶ στεφανῶσαι αὐτὸ[ν θαλ]- | |
[λοῦ στεφάν]ωι· τοὺς δὲ ἀγωνοθέτας καὶ τοὺς [πρυτά]- | |
10 | [νεις καὶ] τοὺς χορηγοὺς τοὺς ἀεὶ καθισταμέν[ους] |
[ἐν τοῖς ἀ]γῶσιν τοῖς θεατρικοῖς προστάττ[ειν τῶι] | |
[κήρυκι ἀνα]γορεύειν, ὅτι στεφανοῖ ἡ βουλὴ καὶ ὁ δ[ῆμος] | |
[Τιμοκ— — — — Ἀ]ριστόλα θαλλο[ῦ] σ[τεφά]νωι [ἀρετῆς] | |
[ἕνεκεν, ἐπειδὴ ἀγα]θ[ὸς] ἀνὴρ ἐ[γένε]το ἐν [τοῖς κιν]- | |
15 | [δύνοις — — — — — — — — — — — — — — — — — οἷς] |
[περιέπεσεν ἡ π]όλις· ἵνα εἰδῶσιν ἅπαντες [ὅτι] | |
[τοὺς ἐν τοῖς κι]νδύνοις ἄνδρας ἀγαθοὺς [γεγε]- | |
[νημένους ἐτίμ]ησ[ε]ν ὁ δῆμος, καὶ ἐν οὐθε[νὶ και]- | |
[ρῶι ἐλλείπει] τοὺς ἀγωνιζομένους ἐπὶ [τῆι κοι]- | |
20 | [νῆι σωτηρίαι ἐπαιν]ῶν καὶ τιμῶν καὶ μεμνημέ[νος] |
[τὸν ἅπα]ντα χρόνον τῆς ἀρετῆς τῶν ἀγαθῶν ἀ[ν]- | |
[δρῶν· ἀ]ναγράψαι δὲ τόδε τὸ ψήφισμα εἰστή[λην λι]- | |
[θίνην] καὶ ἀναθεῖναι εἰς τὸ ἱερὸν τῶι Διὶ τῶι Πολ[ιεῖ] | |
[καὶ τῆι Ἀ]θηνᾶι τῆι Πολιάδι· τῆς δὲ ἀναγραφῆς [ἐπι]- | |
25 | [μεληθ]ῆναι ․․αξιφῶντα τὸν ταμίαν. |