[ ]
Amorgos — Aegiale — 3rd c. BC
1 | [ἔδο]ξεν τῆι βουλῆι καὶ τῶι δήμωι· |
[Σωτ]ηρίδης Φείδιος Κοσυλλίτης | |
[ἐπε]στάτει, Φιλόξενος Φιλοθέμιος | |
[Ἀλ]σίτης εἶπεν· ἐπειδὴ πειρατῶν εἰς | |
5 | [τ]ὴν χώραν ἐμβαλόντων νυκτὸς κα[ὶ] |
[ἁ]λουσῶν παρθένων τε καὶ γυναικῶν | |
[κ]αὶ ἄλλων σωμάτων καὶ ἐλευθέρων καὶ δού- | |
[λ]ων τῶμ πάντων πλειόνων ἢ τριάκοντα, | |
[τ]ά τε ἐπὶ τοῦ λιμένος πλοῖα ἐξέκοψαν | |
10 | [κ]αὶ ἔλαβον τὸ πλοῖον τὸ Δωριέος, ἐν ὧι |
[ὤ]ιχοντ’ ἔχοντες τά τε σώματα καὶ τὰ | |
[ἄ]λλα ἃ ἔλαβον· τούτων δὲ συμβάντω- | |
[ν] Ἡγήσιππος καὶ Ἀντίπαππος οἱ υἱοὶ | |
[οἱ] Ἡγησιστράτου, ὄντες καὶ αὐτοὶ αἰχμ- | |
15 | [ά]λωτοι, συνέπεισαν τὸν ἐπὶ τῶν πει- |
[ρ]ατῶν ἐπιπλέοντα Σωκλείδαν ἀπο- | |
λῦσαι τά τ’ ἐλεύθερα σώματα καί τινα | |
[τ]ῶν ἐξελευθέρων καὶ τῶν δούλων, | |
[α]ὐτοὶ δὲ ὑπὲρ τούτων προήιρηνται | |
20 | [ὁμ]ηρεύειν, ἐνδεικνύμενοι πᾶσαν |
[φι]λοτιμίαν, ὅπως μήτε τῶμ πολιτίδω<ν> | |
μήτε τῶμ πολιτῶν μηθεὶς ἀχθεῖ ἐπ[ὶ] | |
[τ]ὸ λάφυρον μηδὲ πραθεῖ μηδὲ ἐν ἀ- | |
νάγκαις καὶ κακοπαθίαις γένηται, | |
25 | μηδὲ διαφωνήσει σῶμα μηθὲν πο- |
λιτικόν, ἀλλὰ διὰ τούτους σέσωιστα[ι] | |
τὰ αἰχμάλωτα σώματα εἰς τὴν | |
[ἰ]δίαν ἀπαθῆ· δεδόχθαι οὖν τῶι δή- | |
[μ]ωι, στεφανῶσαι Ἡγήσιππον καὶ | |
30 | [Ἀ]ντίπαππον ἑκάτερον θαλλοῦ στε- |
[φ]άνωι ἀρετῆς ἕνεκεν καὶ φιλοτιμί- | |
[α]ς ἣν τυγχάνουσιν πεποιημένοι | |
[εἰς] τοὺς γενομένους τῶν πολιτῶν | |
[α]ἰχμαλώτους· ἀνειπεῖν δὲ τόδε τὸ ψή- | |
35 | [φ]ισμα Διονυσίοις ἐν τῶι ἀγῶνι τῶν τ- |
[ρ]αγωιδῶν· ὁ δὲ κῆρυξ ἀναγορευέ- | |
[τ]ω ὅτι ὁ δῆμος στεφανοῖ Ἡγήσιπ- | |
[π]ον καὶ Ἀντίπαππον ἀρετῆς ἕν[ε]- | |
[κ]εν καὶ φιλοτιμίας τῆς εἰς τοὺς | |
40 | [ἁ]λόντας μεθ’ αὑτῶν· ἀναγρά[ψαι] |
[δ]ὲ τόδε τὸ ψήφισμα εἰς στήλην κ[αὶ] | |
[σ]τῆσαι εἰς τὸ ἱερὸν τῆς Ἀθηνᾶς τῆ[ς] | |
Πολιάδος, τῆς δὲ ἀναγραφῆς ἐπιμ- | |
εληθῆναι Ἡγησίστρατον. |