[ ] Amorgos — Minoa
I –⏑⏑–⏑⏑–⏑⏑–⏑⏑–⏑⏑–⏑
1 Κλωθ[οῦς ἀνθρώπων]
οὐδ’ ἑ[τερός γ’] ἔφυγε· | ἔνκυο[ς]
{υος} ἦ[ν] ἔτι, [ἀλλ’ Ἀ]ΐδας πικρὸς
μετὰ λέγ[τρ]α {²⁶λέκτρα}²⁶ | τεσσαρακοστέ-
5 αν ἤγαγεν ε[ἰ]ς <Ἔ>ρεβος· | οἶκον μὲ-
ν λιπόμην καὶ μητέρα καὶ τέκ-
νον, οἴμμοι, | νήπιον, καὶ ἀδελ-
φοὺς καὶ πόσιν μυρομένους |
τὴν ὀλιγοχρόνιόν με, ἥτις οὐκ εἴ-
10 σχυσα πλῆσαι | εἴκοσι πέντ{α}ε {²⁶πέντε}²⁶
ἔτη, ἀλλ’ ἔθανον μελέα. | λίσσο-
μαι οὖν σε, σύν<ευν>ε, τέκνον Καπί-
τοναν φιλῆσαι | πλεῖον καὶ στέ-
ρξε σὸν τόκον ὄντα φείλον. |
15           {²vacat}²
II.15 πέντον καὶ εἰκοστόν με διερχο-
μέν{ερχομεν}ην {²⁶διερχομένην}²⁶ λυκάβανταν |
Κλωθὼ ἀμειλίκτων ἡ μεδ[έ]-
ουσα μίτων | εἰς Ἔρεβος πρού-
πεν{πε[ν]}ψεν {²⁶προύπενψεν}²⁶ ἔτ’ ἔνκυον ἠδὲ λι-
20 ποῦσαν | πενταετῆ δειλῷ Πα-
ρμενίωνει πάϊν. | ἢν δ’ ἐρέῃ,
παροδεῖτα, τίς ἢ τίνος, ἣν ὅ-
δε κεύθει{ς} | τύμβος ὑποχθο-
νίοισ{ι}, Καρπίμη ἐκλεόμην |
25 παῖς Εἱλάρου Καπίτωνος,
ὅ μ’ ἔτρεφεν· ἡ δὲ τεκοῦσα |
Εὐτυχίς, υἱὸς δ’ αὖ κλείε{ι}τ’ {²⁶κλείετ’}²⁶
ἐμὸς Καπίτων. |
Search Help
Contact Us