[ ]
Amorgos — Minoa — 2nd/beg. 1st c. BC — IG XII,Suppl. p. 144
1 | ἐ̣πὶ δημιουργο[ῦ] Θευδήμου καὶ ἱερέως |
τῆς Ῥόδου Θράσ[ω]νος, μηνὸς Ληναιῶνος | |
προτεραίᾳ· οἱ ἄν[δ]ρες οἱ αἱρεθέντες ὑπὸ | |
τοῦ δήμου κατὰ [ψ]ήφισμα Πάγκριτος Παγ- | |
5 | κρίτου, Ἀγήνωρ Ἀμεινοκράτου, Εὐνομίδης |
Κλέωνος γράψα[ι ν]όμον, καθ’ ὃν τό τε ἀργύ- | |
ριον ἐγδανεισ[θήσ]εται, ὃ ἀνατέθεικεν καὶ [ἐ]- | |
πέδωκεν ἡ γ[υνὴ Ἑρμ]οκρά[του] τοῦ Παγκ[ρί]- | |
[του Ἡ]γησα[ρέτη Αἰνησικράτου] δραχ[μὰς] | |
10 | — {²numerus}² — |