IG XII,7 241
[ ] Amorgos — Minoa — 3rd c. BC
1                θεοί.
ἀγαθῆι τύχηι. ἐπὶ δημιοργοῦ Παγκρίτου,
μηνὸς Κρονιῶνος, ἔδοξεν τοῖς ἱερουργοῖς
τῆς Ἀθηνᾶς τῆς Ἰτωνίας· ἐπειδὴ Ἐπινομίδης
5 Θεογένου ἄρξας τὴν ἀρχὴν τὴν εἰς Ἰτώνια
τῆς τε θυσίας καὶ τῆς πομπῆς ὅπως γένητα[ι]
τῆι θεῶι ὡς καλλίστη πᾶσαν σπουδὴν ἐποή-
σατο, καὶ τῶμ πορευομένων εἰς τὴν ἑορτὴν
καλῶς καὶ φιλοτίμως ἐπεμελήθη, τοὺς μὲν
10 τόκους τοὺς γινομένους αὐτῶι ἀπὸ τοῦ ὑπάρ-
χοντος πελάνου τῆι θεῶι, ἀφ’ ὧμ πρότερον ἡ θυ-
σία συνετελεῖτο, ἐπιδοὺς τῶι κοινῶι τῶν ἱερουρ-
γῶν εἰς κατασκευὴν τοῦ τεμένους, τὸ δὲ ἀνά-
λωμα τὸ γενόμενον εἰς τὴμ βοῦν τὴν θυθεῖσα[ν]
15 καὶ τὴν ἄλλην δαπάνην ἅπασαν ἀναλώσ[ας]
ἐκ τῶν ἰδίων, καὶ τοὺς πορευομένους εἰς τὴν ἑορτ[ήν],
ὄντας οὐκ ἐλάσσους πεντακοσίων πεντήκοντ[α],
ἀφῆκεν ἀσυμβόλους, προκηρύξας ἐν τῆι ἀγορᾶι
ὡς ὁ νόμος προστάσσει καλῶς καὶ δικαίως, γενο-
20 μένου τοῦ ἀναλώματος οὐκ ἐλάσσονος δραχμῶν
χιλίων, κρίνων τοῦτο μέγιστον καὶ κάλλιστον
εἶναι, διαφυλάσσειν τήν τε πρὸς τὸν δῆμον εὔνο[ι]-
αν καὶ τὴμ πρὸς τοὺς θεοὺς εὐσέβειαν· ὑπὲρ οὖν
τούτων δεδόχθαι τοῖς ἱερουργοῖς τῆς θεοῦ, ἐπαι-
25 νέσαι Ἐπινομίδην Θεογένου ἀρετῆς ἕνεκα καὶ
[φ]ιλοτιμίας ἧς ἔχων διατελεῖ περὶ τὸ κοινὸν τῶν
[ἱε]ρουργῶν, καὶ στεφανῶσαι αὐτὸν θαλλοῦ στεφάνω[ι]
[κα]τὰ τὸν νόμον, καὶ ἀνακηρῦξαι τὸν στέφανον
․․․․․․․․․․ τοὺς πρυτάνεις ἐν τῆι ἑορτῆι καὶ
30 [— — — — — — — τόν] τ[ε ἄρ]χ[ον]τα καὶ τοὺς πρ[υ]-
[τάνεις — — — — — — — καθ’ ἕκ]αστον ἐνιαυ[τὸν]
— — — — — — — — — — — — — — — — — — — — — — — —
Search Help
Contact Us