[ ]
Amorgos — Minoa — 2nd c. BC?
a | — — — — — — — — — — — — — — — — — — — — — — — — — — — |
1 | — — — — — — — —․․ρο․․ν․․․— — — — — — — — — — — — — — |
— — — — — — — — —ωσιν καθ’ ἕκ[αστον ἐνιαυτὸν — — — — —] | |
[— — — — — — — λα]μβάνοντες — — — — — — — — — — — — — | |
[— — — — — τοὺς τόκο]υς τοὺς γινο[μένους — — — — — — —] | |
5 | [— — — — — — ἀγορα]σάτωσαν βοῦν — — — — — — — — — — — |
— — — — — — — — —ραν μὴ νεωτέ[ραν — — — — — — — — — —] | |
— — — — — — — —θυέτωσαν με— — — — — — — — — — — — — — | |
[— τοῦ μηνὸς τοῦ Κρο]νιῶνος πρὸ εἰ[κάδος — — — — — — —] | |
[— — — — — — οἱ ἐ]πιμήνιοι — — — — — — — — — — — — — | |
10 | — — — — — — — — —ΙΟ— — — — — — — — — — — — — — — — — |
— — — — — — — — — — — — — — — — — — — — — — — — — — — | |
b.11 | [οἱ ἐ]πιμ[ήνιοι — — — — — — — — — — — — — — — —] |
․․ωσαν ει[— — — — — — — — — — — — — — — — — —ω]- | |
[σ]αν ἐν τῶι ἱερῶ[ι — — — — — — — — — — — — — — — —] | |
[κ]έναι τὸν λόγον [— — — — — — — — — — — — — — πα]- | |
15 | [ρ]αχρῆμα ἐγδανεισ[άτωσαν —9-12—· παρατιθέτω]- |
σαν δὲ καὶ [ἐπ]ὶ τὴν τρά[πεζαν τοῦ μὲν βοὸς —5-8— καὶ] | |
γλῶσσαν καὶ σάρκας τρεῖς [καὶ — — — — — — — — — — —] | |
ὁμοίως δὲ καὶ τῶν ἄλλων [ἱερείων· τῶν δὲ παρατιθεμένων(?)] | |
τῆι θεῶι ἐπὶ τὴν τράπεζαν ἔσ[τω τὸ μὲν —8-11— μέ]- | |
20 | ρος τῆς ἱερείας τὰ δὲ λοιπὰ τῶν ἐπα— —12-15— — |
ἐπὰν δὲ τελετὴν ποιῇ ἡ ἱέρεια, ὁ πέλαν[ος ὁ ἀπο(?)δι]- | |
δόμενος ὑπὸ τῶν τε[λ]ουμένων ἱε[ρὸ]ς ἔσ[τ]ω· [ἔστω δὲ ὁ πέ]- | |
λανος ἑκάστου δραχμὴ καὶ ἐγδανεισθήτω π[αραχρῆ]- | |
μα, {²vac.}² τὸν δὲ τόκον λογευέτωσαν καὶ τοῦτον ο[ἱ ἐπιμή]- | |
25 | νιοι καὶ καθιστιάτωσαν, τὰ δὲ ἄλλα ἔστω τῆς ἱε[ρείας] |
κατὰ τὰ ἔθιμα· {²vac.}² ἡ δὲ αἱρουμέν[η ἀ]εὶ ἱέρεια παρεχέ[τω αὐ]- | |
τὴ τὰ τέλεστρα ἰδίαι καὶ ἱεραζέτω ἔτη δέκα, ἐὰν βο[ύλη]- | |
ται· οἱ δὲ πρυτάνεις τῆι δεύτερον ἡμέραι μετὰ [τὰς] | |
σπονδὰς ποιείτωσαν διαχειροτονίαν τοῖς πα[ροῦ]- | |
30 | σιν, ὅτῳ δοκεῖ καλῶς καὶ φιλοτίμως τοὺς ἐπιμηνίο[υς] |
ἐπιμεμελῆσθαι τῆς τε θυσίας καὶ τῶν παρόντων [καὶ] | |
ὅτῳ μή· καὶ ἐὰν νικᾶν δοκῇ, στεφανωσάτωσαν αὐτοὺς | |
θαλλῶι στεφάνωι καὶ ἀναγγειλάτω ὁ κῆρυξ ὅτι ὁ δῆμος | |
στεφανοῖ αὐτοὺς ἀρετῆς ἕνεκα καὶ φιλοτιμίας τῆς | |
35 | εἰς ἑαυτόν. {²vac.}² ἐπιμεληθήτωσαν δὲ οἱ ἐπιμήνιοι τῆι |
πρώτηι ἡμέραι μ[ετὰ] τὰς σπονδάς, ὅπως σιωπὴν κα- | |
τακηρύξας ὁ κῆρυξ ἀναγγείλῃ ὅτι στεφανοῖ ὁ δῆ- | |
μος ὁ Σα[μίω]ν ὁ κατοικῶν ἐν Μινώιαι Ἡγησαρέτη<ν> Αἰνη- | |
σι[κ]ράτου, γυναῖκα δὲ Ἑρμοκράτου τοῦ Παγκ[ρ]ίτου εὐ- | |
40 | σεβείας ἕνεκεν τῆς πρὸς τοὺς θεοὺς καὶ ἀρετῆς ἕνε- |
κεν καὶ εὐνοίας τῆς εἰς ἑαυτόν· ἀναγγελλέτωσαν | |
[δ]ὲ [κ]αὶ οἱ ἀγωνοθέται τοῖς Ἑκατομβίοις ἐν τῶι θεάτρωι | |
[κ]αθ’ ἕκαστον ἐνιαυτὸν τὸν στέφανον τοῦτον. ἐὰν | |
δέ τις [τῶν] ὀφειλόντων τὸ ἀργύριον τῆι θεῶι βούλη- | |
45 | ται ἀποδοῦναι τὸ ἀρ[χ]αῖον, καταβαλλέτω τοῦ μη- |
νὸς τοῦ Κρονιῶνος ἐν κυρίαι ἐκκλησίαι τὸ μὲν ἀρ- | |
χαῖον τοῖς ἐξετασταῖς, τὸν δὲ τόκον τοῦ μηνὸς | |
τοῦ Πανήμου τοῖς ἐπιμηνίοις· οἱ δὲ ἐξετασταὶ | |
λαβόντες παραχρῆμα ἐγδανει[σ]άτωσαν καὶ ἀνα- | |
50 | γραψάντων εἰς τὴν φλιὰν τὸ ὄνομα τοῦ δανεισαμέ- |
νου πατρόθεν καὶ τὸ ἐνέχ[υ]ρον ὃ ἂν ὑποθῇ, καὶ ἐὰν ἐγ- | |
γυητὴν καταστήσῃ· τὸ δὲ τοῦ ἀποδόντος τὸ ἀργύ- | |
{γυ}ριον {²⁶ἀργύριον}²⁶ ὄνομα καὶ τοῦ ἐγγυητοῦ καὶ τὸ ἐνέχυρον τ[ὸ] | |
ὑποτεθὲν ἐκκολαψάντων ἐκ τῆς φλιᾶς. {²vac.}² προσ[λο]- | |
55 | γευέτωσαν δὲ οἱ ἐπιμήνιοι καὶ ἐάν τις γένητα[ι] |
μεὶς ἐμβόλιμος τὸ δωδεκατημόριον καὶ κατισ[τι]- | |
άτωσαν. {²vac.}² ὑπαρχέτω δὲ τῆι θεῶι τὰ χρήματ[α] | |
ἐπὶ τοῖς κτήμασιν ἑκάστων τῶν δεδανεισμέ- | |
νων καὶ ἡ κομιδὴ ἔστω πρώτη τῆι θεῶι καὶ τῶν τό- | |
60 | κων καὶ τῶν ἀρχαίων καὶ πρακτοὶ ἔστωσαν ἀεὶ οἱ ἔ- |
χοντες καὶ νεμόμενοι τὰ ἐνέχυρα τὰ ὑποκείμενα | |
τῆι θεῶι καὶ ἀναγεγραμμένα [ἐ]ν τῆι φλιᾶι· ὁ δὲ | |
δῆμος αἱρείσθω ἀεὶ ἐν ταῖς ἀρχαιρεσίαις ἐπι- | |
μηνίους εἰς Μητρῶια ἄνδρας δύο τῶν πολιτῶν, | |
65 | τίμημα ἔχοντας μὴ ἔλασσον δραχμῶν διακοσί- |
ων· οἱ δὲ ὀφείλοντες τὰ χρήματα τῆι θεῶι κατα- | |
βαλλέτωσαν τοὺς τόκους τοὺς γινομένους τοῖς | |
ἐπιμηνίοις καθ’ ἕκαστον ἐνιαυτὸν ἐν τῶι μηνὶ τῶι | |
Πανήμωι καὶ ἀποσφράγισμα ποιείτωσαν τῆς [ἀποδό]- | |
70 | σεως ἐπὶ τοὺς ἐξεταστάς· ἐὰν δέ τις τῶ[ν ὀφειλόν]- |
[των] μὴ ἀποδῷ τοὺς τ[όκους ἐν] τῶι χρ[ό]ν[ωι — — — —] | |
— — — — — — — — — — — — — — — — — — — — — — — — — |