[ ] Amorgos — Minoa — 2nd c. BC?
a — — — — — — — — — — — — — — — — — — — — — — — — — — —
1 — — — — — — — —․․ρο․․ν․․․— — — — — — — — — — — — — —
— — — — — — — — —ωσιν καθ’ ἕκ[αστον ἐνιαυτὸν — — — — —]
[— — — — — — — λα]μβάνοντες — — — — — — — — — — — — —
[— — — — — τοὺς τόκο]υς τοὺς γινο[μένους — — — — — — —]
5 [— — — — — — ἀγορα]σάτωσαν βοῦν — — — — — — — — — — —
— — — — — — — — —ραν μὴ νεωτέ[ραν — — — — — — — — — —]
— — — — — — — —θυέτωσαν με— — — — — — — — — — — — — —
[— τοῦ μηνὸς τοῦ Κρο]νιῶνος πρὸ εἰ[κάδος — — — — — — —]
[— — — — — — οἱ ἐ]πιμήνιοι — — — — — — — — — — — — —
10 — — — — — — — — —ΙΟ— — — — — — — — — — — — — — — — —
— — — — — — — — — — — — — — — — — — — — — — — — — — —
b.11 [οἱ ἐ]πιμ[ήνιοι — — — — — — — — — — — — — — — —]
․․ωσαν ει[— — — — — — — — — — — — — — — — — —ω]-
[σ]αν ἐν τῶι ἱερῶ[ι — — — — — — — — — — — — — — — —]
[κ]έναι τὸν λόγον [— — — — — — — — — — — — — — πα]-
15 [ρ]αχρῆμα ἐγδανεισ[άτωσαν —9-12—· παρατιθέτω]-
σαν δὲ καὶ [ἐπ]ὶ τὴν τρά[πεζαν τοῦ μὲν βοὸς —5-8— καὶ]
γλῶσσαν καὶ σάρκας τρεῖς [καὶ — — — — — — — — — — —]
ὁμοίως δὲ καὶ τῶν ἄλλων [ἱερείων· τῶν δὲ παρατιθεμένων(?)]
τῆι θεῶι ἐπὶ τὴν τράπεζαν ἔσ[τω τὸ μὲν —8-11— μέ]-
20 ρος τῆς ἱερείας τὰ δὲ λοιπὰ τῶν ἐπα— —12-15— —
ἐπὰν δὲ τελετὴν ποιῇ ἡ ἱέρεια, ὁ πέλαν[ος ὁ ἀπο(?)δι]-
δόμενος ὑπὸ τῶν τε[λ]ουμένων ἱε[ρὸ]ς ἔσ[τ]ω· [ἔστω δὲ ὁ πέ]-
λανος ἑκάστου δραχμὴ καὶ ἐγδανεισθήτω π[αραχρῆ]-
μα, {²vac.}² τὸν δὲ τόκον λογευέτωσαν καὶ τοῦτον ο[ἱ ἐπιμή]-
25 νιοι καὶ καθιστιάτωσαν, τὰ δὲ ἄλλα ἔστω τῆς ἱε[ρείας]
κατὰ τὰ ἔθιμα· {²vac.}² ἡ δὲ αἱρουμέν[η ἀ]εὶ ἱέρεια παρεχέ[τω αὐ]-
τὴ τὰ τέλεστρα ἰδίαι καὶ ἱεραζέτω ἔτη δέκα, ἐὰν βο[ύλη]-
ται· οἱ δὲ πρυτάνεις τῆι δεύτερον ἡμέραι μετὰ [τὰς]
σπονδὰς ποιείτωσαν διαχειροτονίαν τοῖς πα[ροῦ]-
30 σιν, ὅτῳ δοκεῖ καλῶς καὶ φιλοτίμως τοὺς ἐπιμηνίο[υς]
ἐπιμεμελῆσθαι τῆς τε θυσίας καὶ τῶν παρόντων [καὶ]
ὅτῳ μή· καὶ ἐὰν νικᾶν δοκῇ, στεφανωσάτωσαν αὐτοὺς
θαλλῶι στεφάνωι καὶ ἀναγγειλάτω ὁ κῆρυξ ὅτι ὁ δῆμος
στεφανοῖ αὐτοὺς ἀρετῆς ἕνεκα καὶ φιλοτιμίας τῆς
35 εἰς ἑαυτόν. {²vac.}² ἐπιμεληθήτωσαν δὲ οἱ ἐπιμήνιοι τῆι
πρώτηι ἡμέραι μ[ετὰ] τὰς σπονδάς, ὅπως σιωπὴν κα-
τακηρύξας ὁ κῆρυξ ἀναγγείλῃ ὅτι στεφανοῖ ὁ δῆ-
μος ὁ Σα[μίω]ν ὁ κατοικῶν ἐν Μινώιαι Ἡγησαρέτη<ν> Αἰνη-
σι[κ]ράτου, γυναῖκα δὲ Ἑρμοκράτου τοῦ Παγκ[ρ]ίτου εὐ-
40 σεβείας ἕνεκεν τῆς πρὸς τοὺς θεοὺς καὶ ἀρετῆς ἕνε-
κεν καὶ εὐνοίας τῆς εἰς ἑαυτόν· ἀναγγελλέτωσαν
[δ][κ]αὶ οἱ ἀγωνοθέται τοῖς Ἑκατομβίοις ἐν τῶι θεάτρωι
[κ]αθ’ ἕκαστον ἐνιαυτὸν τὸν στέφανον τοῦτον. ἐὰν
δέ τις [τῶν] ὀφειλόντων τὸ ἀργύριον τῆι θεῶι βούλη-
45 ται ἀποδοῦναι τὸ ἀρ[χ]αῖον, καταβαλλέτω τοῦ μη-
νὸς τοῦ Κρονιῶνος ἐν κυρίαι ἐκκλησίαι τὸ μὲν ἀρ-
χαῖον τοῖς ἐξετασταῖς, τὸν δὲ τόκον τοῦ μηνὸς
τοῦ Πανήμου τοῖς ἐπιμηνίοις· οἱ δὲ ἐξετασταὶ
λαβόντες παραχρῆμα ἐγδανει[σ]άτωσαν καὶ ἀνα-
50 γραψάντων εἰς τὴν φλιὰν τὸ ὄνομα τοῦ δανεισαμέ-
νου πατρόθεν καὶ τὸ ἐνέχ[υ]ρον ὃ ἂν ὑποθῇ, καὶ ἐὰν ἐγ-
γυητὴν καταστήσῃ· τὸ δὲ τοῦ ἀποδόντος τὸ ἀργύ-
{γυ}ριον {²⁶ἀργύριον}²⁶ ὄνομα καὶ τοῦ ἐγγυητοῦ καὶ τὸ ἐνέχυρον τ[ὸ]
ὑποτεθὲν ἐκκολαψάντων ἐκ τῆς φλιᾶς. {²vac.}² προσ[λο]-
55 γευέτωσαν δὲ οἱ ἐπιμήνιοι καὶ ἐάν τις γένητα[ι]
μεὶς ἐμβόλιμος τὸ δωδεκατημόριον καὶ κατισ[τι]-
άτωσαν. {²vac.}² ὑπαρχέτω δὲ τῆι θεῶι τὰ χρήματ[α]
ἐπὶ τοῖς κτήμασιν ἑκάστων τῶν δεδανεισμέ-
νων καὶ ἡ κομιδὴ ἔστω πρώτη τῆι θεῶι καὶ τῶν τό-
60 κων καὶ τῶν ἀρχαίων καὶ πρακτοὶ ἔστωσαν ἀεὶ οἱ ἔ-
χοντες καὶ νεμόμενοι τὰ ἐνέχυρα τὰ ὑποκείμενα
τῆι θεῶι καὶ ἀναγεγραμμένα [ἐ]ν τῆι φλιᾶι· ὁ δὲ
δῆμος αἱρείσθω ἀεὶ ἐν ταῖς ἀρχαιρεσίαις ἐπι-
μηνίους εἰς Μητρῶια ἄνδρας δύο τῶν πολιτῶν,
65 τίμημα ἔχοντας μὴ ἔλασσον δραχμῶν διακοσί-
ων· οἱ δὲ ὀφείλοντες τὰ χρήματα τῆι θεῶι κατα-
βαλλέτωσαν τοὺς τόκους τοὺς γινομένους τοῖς
ἐπιμηνίοις καθ’ ἕκαστον ἐνιαυτὸν ἐν τῶι μηνὶ τῶι
Πανήμωι καὶ ἀποσφράγισμα ποιείτωσαν τῆς [ἀποδό]-
70 σεως ἐπὶ τοὺς ἐξεταστάς· ἐὰν δέ τις τῶ[ν ὀφειλόν]-
[των] μὴ ἀποδῷ τοὺς τ[όκους ἐν] τῶι χρ[ό]ν[ωι — — — —]
— — — — — — — — — — — — — — — — — — — — — — — — —
Search Help
Contact Us