[ ]
Amorgos — Minoa — 2nd c. BC?
| a | — — — — — — — — — — — — — — — — — — — — — — — — — — — |
| 1 | — — — — — — — —․․ρο․․ν․․․— — — — — — — — — — — — — — |
| — — — — — — — — —ωσιν καθ’ ἕκ[αστον ἐνιαυτὸν — — — — —] | |
| [— — — — — — — λα]μβάνοντες — — — — — — — — — — — — — | |
| [— — — — — τοὺς τόκο]υς τοὺς γινο[μένους — — — — — — —] | |
| 5 | [— — — — — — ἀγορα]σάτωσαν βοῦν — — — — — — — — — — — |
| — — — — — — — — —ραν μὴ νεωτέ[ραν — — — — — — — — — —] | |
| — — — — — — — —θυέτωσαν με— — — — — — — — — — — — — — | |
| [— τοῦ μηνὸς τοῦ Κρο]νιῶνος πρὸ εἰ[κάδος — — — — — — —] | |
| [— — — — — — οἱ ἐ]πιμήνιοι — — — — — — — — — — — — — | |
| 10 | — — — — — — — — —ΙΟ— — — — — — — — — — — — — — — — — |
| — — — — — — — — — — — — — — — — — — — — — — — — — — — | |
| b.11 | [οἱ ἐ]πιμ[ήνιοι — — — — — — — — — — — — — — — —] |
| ․․ωσαν ει[— — — — — — — — — — — — — — — — — —ω]- | |
| [σ]αν ἐν τῶι ἱερῶ[ι — — — — — — — — — — — — — — — —] | |
| [κ]έναι τὸν λόγον [— — — — — — — — — — — — — — πα]- | |
| 15 | [ρ]αχρῆμα ἐγδανεισ[άτωσαν —9-12—· παρατιθέτω]- |
| σαν δὲ καὶ [ἐπ]ὶ τὴν τρά[πεζαν τοῦ μὲν βοὸς —5-8— καὶ] | |
| γλῶσσαν καὶ σάρκας τρεῖς [καὶ — — — — — — — — — — —] | |
| ὁμοίως δὲ καὶ τῶν ἄλλων [ἱερείων· τῶν δὲ παρατιθεμένων(?)] | |
| τῆι θεῶι ἐπὶ τὴν τράπεζαν ἔσ[τω τὸ μὲν —8-11— μέ]- | |
| 20 | ρος τῆς ἱερείας τὰ δὲ λοιπὰ τῶν ἐπα— —12-15— — |
| ἐπὰν δὲ τελετὴν ποιῇ ἡ ἱέρεια, ὁ πέλαν[ος ὁ ἀπο(?)δι]- | |
| δόμενος ὑπὸ τῶν τε[λ]ουμένων ἱε[ρὸ]ς ἔσ[τ]ω· [ἔστω δὲ ὁ πέ]- | |
| λανος ἑκάστου δραχμὴ καὶ ἐγδανεισθήτω π[αραχρῆ]- | |
| μα, {²vac.}² τὸν δὲ τόκον λογευέτωσαν καὶ τοῦτον ο[ἱ ἐπιμή]- | |
| 25 | νιοι καὶ καθιστιάτωσαν, τὰ δὲ ἄλλα ἔστω τῆς ἱε[ρείας] |
| κατὰ τὰ ἔθιμα· {²vac.}² ἡ δὲ αἱρουμέν[η ἀ]εὶ ἱέρεια παρεχέ[τω αὐ]- | |
| τὴ τὰ τέλεστρα ἰδίαι καὶ ἱεραζέτω ἔτη δέκα, ἐὰν βο[ύλη]- | |
| ται· οἱ δὲ πρυτάνεις τῆι δεύτερον ἡμέραι μετὰ [τὰς] | |
| σπονδὰς ποιείτωσαν διαχειροτονίαν τοῖς πα[ροῦ]- | |
| 30 | σιν, ὅτῳ δοκεῖ καλῶς καὶ φιλοτίμως τοὺς ἐπιμηνίο[υς] |
| ἐπιμεμελῆσθαι τῆς τε θυσίας καὶ τῶν παρόντων [καὶ] | |
| ὅτῳ μή· καὶ ἐὰν νικᾶν δοκῇ, στεφανωσάτωσαν αὐτοὺς | |
| θαλλῶι στεφάνωι καὶ ἀναγγειλάτω ὁ κῆρυξ ὅτι ὁ δῆμος | |
| στεφανοῖ αὐτοὺς ἀρετῆς ἕνεκα καὶ φιλοτιμίας τῆς | |
| 35 | εἰς ἑαυτόν. {²vac.}² ἐπιμεληθήτωσαν δὲ οἱ ἐπιμήνιοι τῆι |
| πρώτηι ἡμέραι μ[ετὰ] τὰς σπονδάς, ὅπως σιωπὴν κα- | |
| τακηρύξας ὁ κῆρυξ ἀναγγείλῃ ὅτι στεφανοῖ ὁ δῆ- | |
| μος ὁ Σα[μίω]ν ὁ κατοικῶν ἐν Μινώιαι Ἡγησαρέτη<ν> Αἰνη- | |
| σι[κ]ράτου, γυναῖκα δὲ Ἑρμοκράτου τοῦ Παγκ[ρ]ίτου εὐ- | |
| 40 | σεβείας ἕνεκεν τῆς πρὸς τοὺς θεοὺς καὶ ἀρετῆς ἕνε- |
| κεν καὶ εὐνοίας τῆς εἰς ἑαυτόν· ἀναγγελλέτωσαν | |
| [δ]ὲ [κ]αὶ οἱ ἀγωνοθέται τοῖς Ἑκατομβίοις ἐν τῶι θεάτρωι | |
| [κ]αθ’ ἕκαστον ἐνιαυτὸν τὸν στέφανον τοῦτον. ἐὰν | |
| δέ τις [τῶν] ὀφειλόντων τὸ ἀργύριον τῆι θεῶι βούλη- | |
| 45 | ται ἀποδοῦναι τὸ ἀρ[χ]αῖον, καταβαλλέτω τοῦ μη- |
| νὸς τοῦ Κρονιῶνος ἐν κυρίαι ἐκκλησίαι τὸ μὲν ἀρ- | |
| χαῖον τοῖς ἐξετασταῖς, τὸν δὲ τόκον τοῦ μηνὸς | |
| τοῦ Πανήμου τοῖς ἐπιμηνίοις· οἱ δὲ ἐξετασταὶ | |
| λαβόντες παραχρῆμα ἐγδανει[σ]άτωσαν καὶ ἀνα- | |
| 50 | γραψάντων εἰς τὴν φλιὰν τὸ ὄνομα τοῦ δανεισαμέ- |
| νου πατρόθεν καὶ τὸ ἐνέχ[υ]ρον ὃ ἂν ὑποθῇ, καὶ ἐὰν ἐγ- | |
| γυητὴν καταστήσῃ· τὸ δὲ τοῦ ἀποδόντος τὸ ἀργύ- | |
| {γυ}ριον {²⁶ἀργύριον}²⁶ ὄνομα καὶ τοῦ ἐγγυητοῦ καὶ τὸ ἐνέχυρον τ[ὸ] | |
| ὑποτεθὲν ἐκκολαψάντων ἐκ τῆς φλιᾶς. {²vac.}² προσ[λο]- | |
| 55 | γευέτωσαν δὲ οἱ ἐπιμήνιοι καὶ ἐάν τις γένητα[ι] |
| μεὶς ἐμβόλιμος τὸ δωδεκατημόριον καὶ κατισ[τι]- | |
| άτωσαν. {²vac.}² ὑπαρχέτω δὲ τῆι θεῶι τὰ χρήματ[α] | |
| ἐπὶ τοῖς κτήμασιν ἑκάστων τῶν δεδανεισμέ- | |
| νων καὶ ἡ κομιδὴ ἔστω πρώτη τῆι θεῶι καὶ τῶν τό- | |
| 60 | κων καὶ τῶν ἀρχαίων καὶ πρακτοὶ ἔστωσαν ἀεὶ οἱ ἔ- |
| χοντες καὶ νεμόμενοι τὰ ἐνέχυρα τὰ ὑποκείμενα | |
| τῆι θεῶι καὶ ἀναγεγραμμένα [ἐ]ν τῆι φλιᾶι· ὁ δὲ | |
| δῆμος αἱρείσθω ἀεὶ ἐν ταῖς ἀρχαιρεσίαις ἐπι- | |
| μηνίους εἰς Μητρῶια ἄνδρας δύο τῶν πολιτῶν, | |
| 65 | τίμημα ἔχοντας μὴ ἔλασσον δραχμῶν διακοσί- |
| ων· οἱ δὲ ὀφείλοντες τὰ χρήματα τῆι θεῶι κατα- | |
| βαλλέτωσαν τοὺς τόκους τοὺς γινομένους τοῖς | |
| ἐπιμηνίοις καθ’ ἕκαστον ἐνιαυτὸν ἐν τῶι μηνὶ τῶι | |
| Πανήμωι καὶ ἀποσφράγισμα ποιείτωσαν τῆς [ἀποδό]- | |
| 70 | σεως ἐπὶ τοὺς ἐξεταστάς· ἐὰν δέ τις τῶ[ν ὀφειλόν]- |
| [των] μὴ ἀποδῷ τοὺς τ[όκους ἐν] τῶι χρ[ό]ν[ωι — — — —] | |
| — — — — — — — — — — — — — — — — — — — — — — — — — |