[ ]
Amorgos — Minoa — 2nd/1st c. BC
I | — — — — |
3 | — — —ων |
— — —τε | |
5 | — — — — |
II.1 | ἐπί τε τούτοις πᾶσιν καὶ τὸ κοινὸν τῶν ἀ- |
λειφομένων ἐψήφισται τὰς καταξίας τιμὰς | |
τῶν πεπραγμένων· ἵνα οὖν καὶ ὁ δῆμος | |
ἐγ χάριτος ἀποδόσει μηθενὸς λείπηται, τύ- | |
5 | χηι ἀγαθῆι, δεδόχθαι τῆι βουλῆι καὶ τῶι δήμωι, στε- |
[φα]νῶσαί τε Εὐνομίδην Ἀριστέου χρυσῶι στε- | |
[φάν]ωι, ποιουμένου τοῦ ἱεροκήρυκος τὴν ἀ- | |
[ναγόρε]υσιν τοῦ στεφάνου καθ’ ἕκαστον ἐνιαυ- | |
[τὸν τ]οῖς Ἑρμαίοις τῆι πρώτηι ἡμέραι τήνδε· | |
10 | [στεφανοῖ] ὁ δῆμος χρυσῶι στεφάνωι Εὐνο- |
[μίδην Ἀρισ]τέου γυμνασιαρχήσαντα καλῶς | |
[καὶ φιλοτίμως]· ὁμοίως δὲ καὶ ἐν τοῖς συντε- | |
[λουμένοις καθ’ ἕκ]αστον ἔτος ὑπὸ τοῦ δήμου | |
[χορικοῖς ἀγῶσιν] ὅταν οἱ παῖδες τοὺς χοροὺς | |
15 | [συντελῶσι· τῆς δὲ] ἀναγγελίας τῆς τοῦ |
[στεφάνου προνοηθήτωσαν οἱ ἱε]ρεῖς καὶ οἱ ἀγωνο- | |
[θέται· στῆσαι δὲ αὐτοῦ καὶ εἰκό]να γραπτὴν | |
III.18 | ἐν τῶι γυμνασίωι, οὗ ἂν αὐτὸς βούληται, ἔχου- |
σαν ἐπιγραφὴν τήνδε· ὁ δῆμος καὶ τὸ κοινὸν | |
20 | τῶν ἀλειφομένων Εὐνομίδην Ἀριστέου ἀρε- |
τῆς ἕνεκεν καὶ καλοκαγαθίας τῆς εἰς αὑτόν· ἀ- | |
ναγράψαι δὲ τόδε τὸ ψήφισμα καὶ ἀναθεῖναι ἐν | |
τῶι ἐπιφανεστάτωι τοῦ γυμνασίου τόπωι· τῆς | |
δὲ ἀναγραφῆς καὶ τῆς ἀναθέσεως τῆς εἰκόνος | |
25 | προνοηθήτω ὁ ὑπογυμνασίαρχος Ἀρχέλεως |
Ἀριστείδου, ὅπως εὔδηλος ᾖ πᾶσιν ἡ γε- | |
γενημένη{ι} ὑπὸ τῶν ἀλειφομένων καὶ τοῦ | |
δήμου χάρις εἰς τοὺς καλοὺς καὶ ἀγαθοὺς | |
τῶν ἀνδρῶν. |