[ ] Amorgos — Minoa — 2nd/1st c. BC
I — — — —
3 — — —ων
— — —τε
5 — — — —
II.1 ἐπί τε τούτοις πᾶσιν καὶ τὸ κοινὸν τῶν ἀ-
λειφομένων ἐψήφισται τὰς καταξίας τιμὰς
τῶν πεπραγμένων· ἵνα οὖν καὶ ὁ δῆμος
ἐγ χάριτος ἀποδόσει μηθενὸς λείπηται, τύ-
5 χηι ἀγαθῆι, δεδόχθαι τῆι βουλῆι καὶ τῶι δήμωι, στε-
[φα]νῶσαί τε Εὐνομίδην Ἀριστέου χρυσῶι στε-
[φάν]ωι, ποιουμένου τοῦ ἱεροκήρυκος τὴν ἀ-
[ναγόρε]υσιν τοῦ στεφάνου καθ’ ἕκαστον ἐνιαυ-
[τὸν τ]οῖς Ἑρμαίοις τῆι πρώτηι ἡμέραι τήνδε·
10 [στεφανοῖ] ὁ δῆμος χρυσῶι στεφάνωι Εὐνο-
[μίδην Ἀρισ]τέου γυμνασιαρχήσαντα καλῶς
[καὶ φιλοτίμως]· ὁμοίως δὲ καὶ ἐν τοῖς συντε-
[λουμένοις καθ’ ἕκ]αστον ἔτος ὑπὸ τοῦ δήμου
[χορικοῖς ἀγῶσιν] ὅταν οἱ παῖδες τοὺς χοροὺς
15 [συντελῶσι· τῆς δὲ] ἀναγγελίας τῆς τοῦ
[στεφάνου προνοηθήτωσαν οἱ ἱε]ρεῖς καὶ οἱ ἀγωνο-
[θέται· στῆσαι δὲ αὐτοῦ καὶ εἰκό]να γραπτὴν
III.18 ἐν τῶι γυμνασίωι, οὗ ἂν αὐτὸς βούληται, ἔχου-
σαν ἐπιγραφὴν τήνδε· ὁ δῆμος καὶ τὸ κοινὸν
20 τῶν ἀλειφομένων Εὐνομίδην Ἀριστέου ἀρε-
τῆς ἕνεκεν καὶ καλοκαγαθίας τῆς εἰς αὑτόν· ἀ-
ναγράψαι δὲ τόδε τὸ ψήφισμα καὶ ἀναθεῖναι ἐν
τῶι ἐπιφανεστάτωι τοῦ γυμνασίου τόπωι· τῆς
δὲ ἀναγραφῆς καὶ τῆς ἀναθέσεως τῆς εἰκόνος
25 προνοηθήτω ὁ ὑπογυμνασίαρχος Ἀρχέλεως
Ἀριστείδου, ὅπως εὔδηλος ᾖ πᾶσιν ἡ γε-
γενημένη{ι} ὑπὸ τῶν ἀλειφομένων καὶ τοῦ
δήμου χάρις εἰς τοὺς καλοὺς καὶ ἀγαθοὺς
τῶν ἀνδρῶν.
Search Help
Contact Us