[ ]
Amorgos — Minoa — 2nd/1st c. BC
| I | — — — — |
| 3 | — — —ων |
| — — —τε | |
| 5 | — — — — |
| II.1 | ἐπί τε τούτοις πᾶσιν καὶ τὸ κοινὸν τῶν ἀ- |
| λειφομένων ἐψήφισται τὰς καταξίας τιμὰς | |
| τῶν πεπραγμένων· ἵνα οὖν καὶ ὁ δῆμος | |
| ἐγ χάριτος ἀποδόσει μηθενὸς λείπηται, τύ- | |
| 5 | χηι ἀγαθῆι, δεδόχθαι τῆι βουλῆι καὶ τῶι δήμωι, στε- |
| [φα]νῶσαί τε Εὐνομίδην Ἀριστέου χρυσῶι στε- | |
| [φάν]ωι, ποιουμένου τοῦ ἱεροκήρυκος τὴν ἀ- | |
| [ναγόρε]υσιν τοῦ στεφάνου καθ’ ἕκαστον ἐνιαυ- | |
| [τὸν τ]οῖς Ἑρμαίοις τῆι πρώτηι ἡμέραι τήνδε· | |
| 10 | [στεφανοῖ] ὁ δῆμος χρυσῶι στεφάνωι Εὐνο- |
| [μίδην Ἀρισ]τέου γυμνασιαρχήσαντα καλῶς | |
| [καὶ φιλοτίμως]· ὁμοίως δὲ καὶ ἐν τοῖς συντε- | |
| [λουμένοις καθ’ ἕκ]αστον ἔτος ὑπὸ τοῦ δήμου | |
| [χορικοῖς ἀγῶσιν] ὅταν οἱ παῖδες τοὺς χοροὺς | |
| 15 | [συντελῶσι· τῆς δὲ] ἀναγγελίας τῆς τοῦ |
| [στεφάνου προνοηθήτωσαν οἱ ἱε]ρεῖς καὶ οἱ ἀγωνο- | |
| [θέται· στῆσαι δὲ αὐτοῦ καὶ εἰκό]να γραπτὴν | |
| III.18 | ἐν τῶι γυμνασίωι, οὗ ἂν αὐτὸς βούληται, ἔχου- |
| σαν ἐπιγραφὴν τήνδε· ὁ δῆμος καὶ τὸ κοινὸν | |
| 20 | τῶν ἀλειφομένων Εὐνομίδην Ἀριστέου ἀρε- |
| τῆς ἕνεκεν καὶ καλοκαγαθίας τῆς εἰς αὑτόν· ἀ- | |
| ναγράψαι δὲ τόδε τὸ ψήφισμα καὶ ἀναθεῖναι ἐν | |
| τῶι ἐπιφανεστάτωι τοῦ γυμνασίου τόπωι· τῆς | |
| δὲ ἀναγραφῆς καὶ τῆς ἀναθέσεως τῆς εἰκόνος | |
| 25 | προνοηθήτω ὁ ὑπογυμνασίαρχος Ἀρχέλεως |
| Ἀριστείδου, ὅπως εὔδηλος ᾖ πᾶσιν ἡ γε- | |
| γενημένη{ι} ὑπὸ τῶν ἀλειφομένων καὶ τοῦ | |
| δήμου χάρις εἰς τοὺς καλοὺς καὶ ἀγαθοὺς | |
| τῶν ἀνδρῶν. |