[ ]
Amorgos — Minoa — 2nd c. BC
II | — — — — — — — — — — — — — — — — — — — — — — |
1 | ῳ· εἶναι δὲ αὐτὸν καὶ πρόξενον καὶ εὐεργέ- |
την τοῦ δήμου· ὑπάρχειν δὲ αὐτῶι τε καὶ | |
ἐκγόνοις πολιτήαν τε καὶ ἔγκτησιν· εἶναι | |
δὲ αὐτῶι καὶ πρόσοδον πρὸς τὴν βουλὴν | |
5 | καὶ τὸν δῆμον, ὅτῳ ἂν δέηται, πρώτ[ω]ι μετὰ |
τὰ ἱερά· οἱ δὲ χορηγοὶ [κ]αθ’ ἕκαστον [ἐν]ιαυτόν, | |
ὅταν οἱ χοροὶ τῶν παίδων ἄγωνται ἐν τῶι | |
θεάτρῳ, ἀναγορευέτωσαν διὰ τοῦ ἱεροκή- | |
ρυκος ὅτι ὁ δῆμος ὁ Ἀμουργίων τῶν κατοι- | |
10 | κούντων Μινώιαν ἐπαινεῖ καὶ στεφανοῖ |
Νικόλαον Ἀριστάρχου Ῥόδιον, πρόξενον | |
καὶ εὐεργέτην ὑπάρχοντα τοῦ δήμου, χρυ- | |
σῶι στεφάνωι τῶι ἱερῶι ἐκ τοῦ νόμου, ἀρετῆς | |
[ἕ]νεκεν καὶ εὐνοίας καὶ εὐεργεσίας τῆς εἰς | |
15 | [τὸ]ν δῆμον τὸν Ἀμουργίων τῶν ἐν Μινώιᾳ· |
III.16 | ἀναγράψαι δὲ καὶ τόδε τὸ ψήφισμα εἰς τε |
τὸ ἱερὸν τοῦ Διονύσου καὶ εἰς τὸ βουλευ- | |
τήριον ἐν τοῖς ἐπιφανεστάτοις τόποις· ὅ- | |
πως δὲ καὶ Ῥόδιοι ἐπιγνῶσιν τὰ ἐψηφισμένα | |
20 | τίμια τῶι πολίτηι αὐτῶν Νικολάῳ, ὁ γραμ- |
ματεὺς τῆς βουλῆς διαπεμψάσθω εἰς Ῥόδον | |
ἀντίγραφον τοῦδε τοῦ ψηφίσματος σφραγι- | |
σάμενος τῆι δημοσίᾳ σφραγῖδι, ὡς ἂν τάχισ- | |
τα δυνατὸν γένηται· τῆς δὲ ἀναγραφῆς | |
25 | προνοηθήτω ὁ γραμματεὺς τῆς βουλῆς |
Κριτόβουλος· τὸ δὲ γενόμενον τέλεσμα δό- | |
τωσαν οἱ ταμίαι· διαχειροτονήσαντι τῶι | |
δήμωι ἔδοξεν ἀναγράφειν, καὶ εἰ δεῖ ἀποστέλ- | |
λειν εἰς Ῥόδον, ἔδοξεν ἀποστέλλειν. |