[ ] Amorgos — Minoa — 2nd c. BC
II — — — — — — — — — — — — — — — — — — — — — —
1 ῳ· εἶναι δὲ αὐτὸν καὶ πρόξενον καὶ εὐεργέ-
την τοῦ δήμου· ὑπάρχειν δὲ αὐτῶι τε καὶ
ἐκγόνοις πολιτήαν τε καὶ ἔγκτησιν· εἶναι
δὲ αὐτῶι καὶ πρόσοδον πρὸς τὴν βουλὴν
5 καὶ τὸν δῆμον, ὅτῳ ἂν δέηται, πρώτ[ω]ι μετὰ
τὰ ἱερά· οἱ δὲ χορηγοὶ [κ]αθ’ ἕκαστον [ἐν]ιαυτόν,
ὅταν οἱ χοροὶ τῶν παίδων ἄγωνται ἐν τῶι
θεάτρῳ, ἀναγορευέτωσαν διὰ τοῦ ἱεροκή-
ρυκος ὅτι ὁ δῆμος ὁ Ἀμουργίων τῶν κατοι-
10 κούντων Μινώιαν ἐπαινεῖ καὶ στεφανοῖ
Νικόλαον Ἀριστάρχου Ῥόδιον, πρόξενον
καὶ εὐεργέτην ὑπάρχοντα τοῦ δήμου, χρυ-
σῶι στεφάνωι τῶι ἱερῶι ἐκ τοῦ νόμου, ἀρετῆς
[ἕ]νεκεν καὶ εὐνοίας καὶ εὐεργεσίας τῆς εἰς
15 [τὸ]ν δῆμον τὸν Ἀμουργίων τῶν ἐν Μινώιᾳ·
III.16 ἀναγράψαι δὲ καὶ τόδε τὸ ψήφισμα εἰς τε
τὸ ἱερὸν τοῦ Διονύσου καὶ εἰς τὸ βουλευ-
τήριον ἐν τοῖς ἐπιφανεστάτοις τόποις· ὅ-
πως δὲ καὶ Ῥόδιοι ἐπιγνῶσιν τὰ ἐψηφισμένα
20 τίμια τῶι πολίτηι αὐτῶν Νικολάῳ, ὁ γραμ-
ματεὺς τῆς βουλῆς διαπεμψάσθω εἰς Ῥόδον
ἀντίγραφον τοῦδε τοῦ ψηφίσματος σφραγι-
σάμενος τῆι δημοσίᾳ σφραγῖδι, ὡς ἂν τάχισ-
τα δυνατὸν γένηται· τῆς δὲ ἀναγραφῆς
25 προνοηθήτω ὁ γραμματεὺς τῆς βουλῆς
Κριτόβουλος· τὸ δὲ γενόμενον τέλεσμα δό-
τωσαν οἱ ταμίαι· διαχειροτονήσαντι τῶι
δήμωι ἔδοξεν ἀναγράφειν, καὶ εἰ δεῖ ἀποστέλ-
λειν εἰς Ῥόδον, ἔδοξεν ἀποστέλλειν.
30
Search Help
Contact Us